1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

16

ἐναντίων πολιορκίας, καὶ συνηλευθέρωτο καὶ ὁ ἐπὶ τῆς τρα πέζης Ταρχανειώτης. ὁ μὲν οὖν Ἀσὰν εὐσεβῶς οἰηθείς, ὡς διὰ τὰς παραβάσεις τῶν ὅρκων οὕτω λελύπητο, μετά μελος ἐπὶ τούτοις γενόμενος, πρέσβεις ἐξαπεστάλκει πρὸς τὸν βασιλέα, ἑαυτόν τε ἐξουθενῶν καὶ τῆς κακίστης πράξεως τὴν ἧτταν ἀνακαλούμενος. οἱ οὖν βασιλεῖς πρὸς τὰ θει ότερα ἀπονεύοντες δέχονται τὴν πρεσβείαν καὶ τὴν νύμφην αὖθις ἀνακαλοῦνται· καὶ στέλλεται αὐτοῖς, καὶ εἰρήνη γίνε ται μέσον αὐτῶν.

37 Ὁ δὲ Βαλδουίνος, ἀπειρηκὼς ἐν ταῖς πρὸς Ῥωμαίους μάχαις, πρὸς τὸν τῶν Φράγγων ἀποδεδημήκει ῥῆγα προσῳ κειωμένον τούτῳ καθ' αἷμα· καὶ συμμαχίας ζητήσας ἔτυχε τοῦ σκοποῦ, καὶ ἐν οὐ πολλῷ χρόνῳ ἑξήκοντα χιλιάδες ἠθροίσθησαν Φράγγων. ἐπεὶ δ' οὐκ ἦν αὐτοῖς εὔδρομος διὰ νηῶν ἡ ὁδός, διὰ τῆς χέρσου τὴν πορείαν ποιοῦνται. καὶ δὴ τὰς ἄνω παραμείψαντες Γαλλίας καὶ διελθόντες τὴν Ἰταλίαν διὰ τῶν ὑπωρειῶν τῶν Ἄλπεων εἰς τὸ Ὀστρίκιονἀφίκοντο, καὶ τὴν Οὐγγρίαν παραγγείλαντες διαπερῶσι τὸν Ἴστρον καὶ τῇ Βουλγάρων προσέσχον, πᾶσι μὲν ὡς φίλοις καὶ συγγενέσι καθ' ὁδὸν χρώμενοι, καὶ διὰ σφᾶς μὲν αὐ τούς, οὐχ ἧττον διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν ἐφιλοφρονοῦντο παρὰ τῶν κατὰ τόπους κρατούντων. οἱ μὲν οὖν Βούλγαροι τὰς μετὰ Ῥωμαίων σπονδὰς παρεωρακότες ἄδειαν Φράγγοις δεδώκασι διελθεῖν. τὸ μὲν οὖν ἄστυ τῆς Τζουρολοῦ καὶ αὖθις ἑάλω, εἰς φυλακὴν δὲ ἦν τούτου ὁ Πετραλίφας Ἰωάννης, ὁ μέγας χαρτουλλάριος, ἀνὴρ ἀνδρεῖος. τὸ δὲ τῆς Λατινικῆς δυνάμεως περιὸν καὶ τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὸ τῶν ἑλεπόλεων συχνόν τε καὶ καρτερὸν παραδοῦναι τοῦτον τὸ ἄστυ τοῖς Ἰταλοῖς πέπεικε· φασὶ δέ τινες, ὡς καὶ δι' ὑποψίαν προδόσεως. οἱ μὲν οὖν Λατῖνοι τὴν Τζουρολὼ ἐχειρώσαντο, καὶ τοὺς ἐνταῦθα Ῥωμαίους συνάμα τῷ Πετραλίφα δεσμώτας ἤγαγον εἰς τὴν Κωνσταν τίνου καὶ πρὸς τοὺς οἰκείους αὐτοὺς ἀπεμπόλησαν. Τοῦ δὲ ἄστεος τῆς Τζουρολοῦ πολιορκουμένου παρ' Ἰταλῶν, ὁ βασιλεὺς Ἰωάννης τριήρεις ἱκανὰς σκευασάμενος καὶ στρά τευμα οὐκ ὀλίγον μεθ' ἑαυτοῦ προσλαβὼν κατὰ τῶν Ἰταλῶν ἐπεχείρει. ἀπὸ μὲν οὖν τῆς Νικομηδείας ἀπάρας καὶ παρα μείψας τὸν Χάρακα ἐπόρθησε τὴν ∆ακίβυζαν πρὸ καιροῦ καὶ κατέσχε ταύτην, προσέτι δὲ καὶ τὸ τοῦ Νικιάτου φρούριον, καὶ ὑφ' ἑαυτὸν καὶ τοῦτο πεποίηκε. ἐδυστύχησε δὲ τῷ τότε ἐν ταῖς τριήρεσιν, ἀπειροπολέμων ὄντων τῶν ἐν αὐταῖς μαχομένων, καὶ τοῦ Ἰοφρὲ τοῦ Ἀρμενίου εἰς τάξιν ἡγεμόνος ἐν τούτοις τυγχάνοντος καὶ ὀκνηροτέρου τελοῦν τος περὶ τὰ μάχιμα. προϋπῆρχε δὲ τὴν τῶν τριήρεων στρα τηγίαν ὁ Κοντοφρὲ Μανουὴλ περιεζωσμένος, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ Ἄρην πνέων κατά τε θάλασσαν καὶ ξηράν. ἀλλὰ πρό τινων ἡμερῶν θρασυτέρας τὰς διαλέξεις περὶ τοῦ ναυτικοῦ πρὸς τὸν βασιλέα ποιησάμενος εἰρήκει, ὡς οὐκ ἀντωπήσαιεν ταῖς Ἰταλικαῖς αἱ ἡμέτεραι. καὶ παρεστάλη τῆς ἡγεμονίας, ὁ Ἰοφρὲ δὲ αὐτὴν διεδέξατο καὶ ἡττήθη. τριάκοντα γὰρ ἐξάρχων τριήρεων ὑπὸ τρισκαίδεκα νενίκηται καὶ τοσαύτας ἀπώλεσεν, ὁπόσαι ἦσαν τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ αὖθις μετὰ τοῦ Ἀσὰν εἰρήνην εἶχε καὶ τῇ συγγενείᾳ καὶ αὖθις συνεδέδεντο. ἀλλ' ὁ Ἀσὰν ἔστιν ὅτε καὶ διὰ μικρὸν κέρδος παρεσπόνδει.

38 Ἠγάγετο δὲ ὁ Ἀσὰν εἰς γυναῖκα τὴν θυγατέρα τοῦ Ἀγγέλου Θεοδώρου τὴν Εἰρήνην, μηδὲ τὸ τοῦ αὐταδέλφου τοῦ πατρὸς αὐτῆς κῆδος ὑπιδών, ὅτιπερ τῇ ἐκ παλλακίδος αὐτοῦ θυγατρὶ συνηυνάζετο. ἦσαν δὲ τῷ Ἀγγέλῳ Θεοδώρῳ παῖδες, Ἰωάννης καὶ ∆ημήτριος, καὶ θήλειαι, Ἄννα καὶ Εἰρήνη, μεθ' ἧς ὁ Ἀσὰν παῖδας ἐγέννησε τρεῖς, Μιχαήλ, τὴν Θεοδώραν καὶ τὴν Μαρίαν. ἀπελύθη γοῦν τῶν δεσμῶν διὰ τοῦτο καὶ ὁ Ἄγγελος Θεόδωρος, καὶ συναινέσει τοῦ γαμβροῦ αὐτοῦ τοῦ Ἀσὰν ἐγκρατὴς γενέσθαι τῆς Θεσσαλονίκης καὶ πάσης ἧς πρότερον εἶχε χώρας ἠθέλησε. καὶ δή τινας ὀλίγους παρὰ τοῦ Ἀσὰν προσλαβόμενος, ἐπεὶ φανερῶς κινῆσαι μάχην κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μανουὴλ οὐκ ἠδύνατο, κρύφα μηχανᾶται τὴν εἰς