κατ' ἐπέκτασιν γάρ ἐστιν· αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ 201 ι· τὸ οὖν οἱονεὶ καὶ ὡσπερεὶ, γραφόμενα διὰ τῆς ει διφθόγγου, οὐκ ἔστιν κατεπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσίν· τὸ γὰρ οἱονεὶ δύο μέρη λόγου ἐστίν· τὸ οἷον, ὄνομα, καὶ τὸ εἰ σύνδεσμος συναπτικός· τὸ δὲ ὡσπερεὶ τρία λόγου μέρη ἐστίν· ἔστιν γὰρ ὡς ἐπίῤῥημα, καὶ τὸ περ σύνδεσμος παραπληρωματικὸς, καὶ τὸ εἰ σύνδεσμος συναπτικός. 9Εὐριπίδησ9: ∆ιὰ τοῦ ι τὸ ρι καὶ πι· παρὰ γὰρ τὸ Εὔριπος Εὐριπίδης· καὶ πάλιν, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ Κύθνος, Κυθνείδης· ἔστιν δὲ ὄνομα κύριον. 9Ἐνδίνων9: Σημαίνει δὲ τὰ ἐντόσθια σπλάγχνα, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γρά φεται· οἷον, ξύλινος· κόφινος· λίθινος· ἀνθρώπινος· οὕτως καὶ ἔνδινος διὰ τοῦ ι, καὶ ἐκεῖθεν ἐνδίνων· πλὴν εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος, κατὰ πλεονασμὸν τοῦ ι, καὶ ἐκεῖθεν εὔξεινος. 9Ἑλλανικόσ9: ∆ιὰ τοῦ ι τὸ νι· παρὰ γὰρ τὸ Ἕλλην Ἑλληνικὸς, καὶ τροπῇ τοῦ η εἰς α· καὶ ἄλλως, τὰ εἰς κος κτητικὰ διὰ τοῦ ι γράφεται. 9Ἐγείρω9: Παρὰ γὰρ τὸν ἐγερῶ γέγονεν μέλλοντα· καὶ πάλιν οἱ Αἰολεῖς ἐγέῤῥω λέγουσιν. 9Ἐθείρω9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειρω ῥή ματα βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, ἀγείρω, ἀείρω· ἱμείρω· σπείρω· κείρω· φθείρω· εἵρω· οὕτως καὶ ἐθείρω· τὸ θείρω δὲ σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν, ἢ ἐξ ἔθους τινὶ ἐπιφυτῶν. 9Ἔθαιρω9 καὶ 9Ἑταῖροσ9: Τὸ θαι καὶ τὸ ται δίφθογγος· παρὰ γὰρ τὸ ἐθάρω, καὶ τὸ ἐτάρω γέγονεν. 9Ἔθειρα9: Σημαίνει δὲ τὴν τρίχα, διὰ τῆς ει διφθόγγου· ἐκ γὰρ τοῦ ἐθείρω γέγονεν, οἱονεὶ ἡ ἐξ ἔθους φυτῶσα· ἀπάγεται δὲ καὶ τῷ κανόνι τῶν εἰς ρα θηλυκῶν ἐν τῇ ∆ηϊάνειρα εἰρημένων. 9Ἐρείκω9: Σημαίνει δὲ τὸ σχίζω· διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω, καὶ αὐτὸ γὰρ τὸ σχίζω ση μαίνει· ἡ γὰρ ει δίφθογγος παρὰ τισίν ἐστιν ὑγρότητα. 202 9Ἐρείκη9: Ὅ ἐστιν εἶδος δένδρου εὐχέρως σχιζόμενον, διὰ τῆς ει διφθόγγου, ἀπὸ γὰρ τοῦ ἐρείκω γέγονεν. 9Ἔρειξισ9: Σημαίνει δὲ τὴν κατεσχισμένην γῆν· διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ γὰρ τοῦ ἐρείκω, ἐρείξω, ἔρειξις. 9Ἐρείδω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρηρέδαται, καὶ ὑπερείδομαι ὁμοίως διὰ τῆς ει διφθόγγου. 9Ἐξώικισαν9: Σὺν τῷ ι· καὶ τὸ κι ι. 9Εἰκή9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω γέγονεν· σημαίνει δὲ τὸ εἰκὴ, τὸ ὡς ἔτυχεν. 9Εἴσω9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τῆς ἐξ γί νεται ἔξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω, οὕτως καὶ ἀπὸ τῆς εἰς εἴσω. 9Εἶο9: Σημαίνει δὲ τὸ αὐτοῦ, διὰ τῆς ει διφθόγγου γρά φεται· ἔστιν γὰρ ἐμοῦ· σοῦ· οὖ· καὶ αὐταὶ αἱ γενικαὶ γίνονται κατὰ διάλεκτον· ἐμέο· σέο· ἔο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ, ἢ πάλιν βρα χεῖα· ἀλλὰ τὸ ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχύ· οἷον, Πριαμείδεω· Πηλείδεω· Ὠκεανοῖο· ποταμοῖο· ἐπλεόνασεν τὸ ι ποιητικῶς, καὶ ἐγένοντο ἐμεῖο· σεῖο· εἶο· διὰ τῆς ει δι φθόγγου. 9Εἰδώσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸν εἰδῶ ἐνεστῶτα γέγονεν εἰδὼς ἡ μετοχή· εἰδῶ γὰρ τὸ γινώσκω δίφθογγος. 9Εἴδεται9: Εἰ δίφθογγος· δοκεῖ, φαίνεται. 9Εἴδομεν9: Ἀντὶ τοῦ μάθομεν· δίφθογγος. 9Εἰσάμενοσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰδῶ ῥή ματος τοῦ σημαίνοντος, τὸ ὁμοιῶ, γέγονεν εἴσω, εἴσα, εἰσάμην, καὶ εἰσάμενος ἡ μετοχή. 9Εὐνεῖδαι9: ∆ιὰ τῆς ει διφθόγγου τὸ νει· παρὰ γὰρ τὸ Εὔνεος γέγονεν. 9Εὐνείδησ9: Ὥσπερ ἀπὸ τοῦ Νέλεος, Νελείδης, καὶ Νε λεῖδαι, οὕτως καὶ ἀπὸ τοῦ Εὐνείδης, Εὐνεῖδαι. 9Εἰθισμένοσ9: Ει δίφθογγος· ἀπὸ τοῦ ἐθισμένος. 9Εἶο9: ∆ίφθογγος ἡ ἀντωνυμία· ἔω γὰρ ἦν. 9Εἴρων9: ∆ίφθογγος· παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω 203 γέγονεν, οἱονεὶ ὁ διὰ λόγων παραλογιζόμενος· τὸ δὲ εἴρω δέ δεικται διὰ τῆς ει διφθόγγου γραφόμενον. 9Εἰνοσίφυλλον9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν κινοῦντα τὰ φύλλα· παρὰ γὰρ τὴν ἔνωσιν, ὃ σημαίνει τὴν κίνησιν, καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλον, καὶ πλεονασμῷ τοῦ ι εἰνοσίφυλλον διὰ τῆς ει διφθόγγου. 9Εἴλεον9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὴν μαγει ρικὴν τράπεζαν·