ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
τῷ βασιλεῖ εὑρίσκωνται εἰς τὴν πόλιν, οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὸν Μορέαν. 22.9 ∆ιὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους διέβη ἀπὸ τῆς Πόλεως εἰς τὸν Μορέαν ὁ δεσπότης κὺρ Κωνσταντῖνος ὡς φυγὰς μετὰ γαλιώτου καὶ ἐγὼ ἐστάλην παρ' αὐτοῦ εἰς τὸν ἀμηρᾶν διὰ ταύτην δὴ τὴν δουλείαν, ἵνα αὐτὸν ὑπὲρ ἑαυτὸν ἔχωσι. Καὶ ἀπῆλθον καὶ καλῶς ᾠκονόμησα τὰ ἀνατεθειμένα· καὶ διὰ τῆς στερεᾶς εἰς τὸν Μορέαν ἔφ θασα. 22.10 Εὗρον δὲ τοὺς ἀδελφοὺς καὶ αὐθέντας ἔχοντας ὄχλησιν μάχης με γάλης. Καὶ γὰρ ὄπισθεν τοῦ κυριοῦ Κωνσταντίνου καὶ αὐθεντός μου στα λεὶς μετὰ κατέργου καὶ ὁ κὺρ Θεόδωρος ἐμάχετο τοῖς δυσὶν ἀδελφοῖς αὑτοῦ, ὡς καὶ φωσάτων συναχθέντων ἐπ' ἀμφοτέροις τοῖς μέρεσι καὶ πο λέμου μερικοῦ μέσον αὐτῶν γεγονότος. 22.11 Τῷ με-ῳ ἔτει καὶ ἀποκρισιαρίων ἀποσταλέντων παρὰ τοῦ βασι λέως, ἦσαν δὲ ὁ καλὸς κἀγαθὸς ∆ιονύσιος ἱερομόναχος, ὁ χρηματί σας καὶ μητροπολίτης Σάρδεων, καὶ ∆ισύπατος Γεώργιος, τὴν μάχην ἀπὸ μέρους κατεπράϋναν. Τέλος δὲ πάλιν ἄλλων ἐλθόντων ἀποκρισιαρίων τοῦ βασιλέως, Γρηγορίου ἱερομονάχου καὶ πνευματικοῦ, τοῦ χρηματί σαντος ὕστερον καὶ πατριάρχου Κωνσταντινουπόλεως, καὶ αὐτοῦ δὴ πά λιν Γεωργίου τοῦ ∆ισυπάτου, συνεβίβασαν, ἵνα ὁ μὲν αὐθέντης μου δε σπότης κὺρ Κωνσταντῖνος ἀπέλθῃ καὶ ἔνι εἰς τὴν πόλιν, ὁ δὲ κὺρ Θεό δωρος καὶ κὺρ Θωμᾶς οἱ δεσπόται εἰς τὸν Μορέαν. 22.12 Καὶ τῇ ε-ῃ Σεπτεβρίου τοῦ μ-ου ἔτους διέβημεν ἀπὸ τὴς Πάτρας διὰ τῆς στερεᾶς εἰς τὸν Εὔριπον μετὰ τοῦ αὐθεντός μου λέγω, καὶ ἐσέ βημεν εἰς κάτεργον Βενέτικον ἀπὸ τὸ καστέλλιον τῆς Εὐρίπου τὴν Κά ρυστον. Ἐν ᾧ δὴ κατέργῳ ἦν καὶ ὅ ποτε μὲν ἐν τῇ Πάτρᾳ κανόνικος Μάρκος, ὅταν ἀπήλθομεν κατ' αὐτῆς, γεγονὼς δὲ λεγάτος παρὰ τοῦ πάπα Εὐγενίου τοῦ συγγενοῦς αὐτοῦ καὶ παρ' ἐκείνου καὶ ἀποκρισιάριος εἰς τὸν βασιλέα. Καὶ τῇ κδ-ῃ τοῦ αὐτοῦ μηνὸς Σεπτεβρίου ἀπεσώθημεν εἰς τὴν Πόλιν.
23.1 Καὶ τῇ κζ-ῃ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους διέβη ὁ βασιλεὺς κὺρ Ἰωάννης μετὰ τοῦ πατριάρχου καὶ τοῦ δεσπότου κυροῦ ∆ημητρίου καὶ πολλῶν ἀρχόντων τῆς συγκλήτου καὶ τῆς ἐκκλησίας καὶ πάντων σχεδὸν τῶν μητροπολιτῶν καὶ ἐπισκόπων διὰ τὴν μελετηθεῖσαν, ὡς μὴ ὤφελε, σύνοδον. 23.2 Καὶ οὐ λέγω τοῦτο διὰ τὰ τῆς ἐκκλησίας δόγματα, ταῦτα γὰρ παρ' ἄλλοις ἐδόθησαν κρίνεσθαι ἐμοὶ δ' ἀρκεῖ ἡ πατρική μου διαδοχὴ τῆς πίστεως, καὶ ὅτι οὐδέποτε παρά τινος τῶν τοῦ μέρους ἐκείνου ἤκουσα, ὅτι τὸ ἡμῶν κακόν, ἀλλὰ καλὸν καὶ ἀρχαῖον, καὶ τὸ ἐκείνων οὐ κακόν, ἀλλὰ καλόν. 23.3 Καὶ νὰ εἴπω, ὡς ἐν παραδείγματι, ὅτι τὴν Μέσην ὁδὸν τῆς πόλεως, τὴν πλατείαν καὶ εὐρύχωρον, διέρχομαι πολλοὺς χρόνους μετά τινων, δι' ἧς ἐκαταντῶμεν εἰς τὴν Ἁγίαν Σοφίαν. Εἶτα μετά τινας καιροὺς εὑρέθη παρά τινων καὶ ἄλλη ὁδὸς καταντῶσα, ὡς λέγουσι, καὶ αὕτη ἐκεῖ· καὶ νά με παροτρύνωσιν, ὅτι ἐλθὲ καὶ διὰ τῆς ὁδοῦ ταύτης ἧς εὕρομεν· καὶ γάρ, εἰ καὶ ἔστιν αὕτη, ὁποῦ ἀπέρχῃ, καλὴ καὶ ἀρχαία καὶ ἡμῖν ἀρχῆ θεν σὺν ὑμῖν γνωστὴ καὶ διερχομένη, ἀλλὰ καὶ αὕτη, ἣν εὕρομεν νῦν, καλή ἐστιν. Ἐγὼ δὲ νὰ ἀκούω παρὰ μὲν τῶν, ὅτι καλή ἐστι, παρὰ δὲ τῶν, ὅτι οὐ καλή, διὰ τὶ νὰ μηδὲν εἴπω· Μετ' εἰρήνης καὶ ἀγάπης ἀπέρ χεσθε καλῶς εἰς τὴν Ἁγίαν Σοφίαν, ὁπόθεν βούλεσθε· ἐγὼ δὲ πάλιν θέ λω διέρχεσθαι διὰ τῆς ὁδοῦ, ἣν καὶ μεθ' ὑμῶν πολύν τινα χρόνον διηρ χόμην καὶ καλὴν αὐτὴν καὶ παρ' ὑμῶν καὶ τῶν προγόνων μου μαρτυρου μένην καὶ διερχομένην. 23.4 Οὐ διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπον τὸ ὡς μὴ ὤφελεν, ἤθελα γὰρ νὰ εἶχε γενεῖν καλῶς ἑνώσει τῶν ἐκκλησιῶν καὶ νά με ἔλιπεν ὁ εἷς τῶν ὀφθαλμῶν μου, ἀλλὰ διὰ τὸ ὅτι ἦν καὶ αὕτη ἡ τῆς συνόδου δουλεία αἰτία μία καὶ πρώτη καὶ μεγάλη εἰς τὸ νὰ γένηται ἡ κατὰ τῆς Πόλεως τῶν ἀσεβῶν ἔφοδος καὶ ἀπὸ ταύτην πάλιν ἡ πολιορκία καὶ ἡ αἰχμαλω σία καὶ τοιαύτη καὶ τοσαύτη συμφορὰ ἡμῶν. 23.5 Καὶ ἀκούσατε λόγους ἀληθεῖς, τὴν αὐτοαλήθειαν προβαλομένου μου μάρτυρα. Εἶπεν ὁ ἀοίδιμος βασιλεὺς πρὸς τὸν υἱὸν αὑτοῦ, τὸν βα σιλέα κὺρ Ἰωάννην, μόνος πρὸς μόνον, ἱσταμένου καὶ ἐμοῦ μόνου