16
διαδιδράσκειν, εὖ ἂν ἔχοι, καὶ τὴν κοινωνίαν αὐτὸς ἀσπάζομαι τὴν ὑμετέραν, καὶ συγκινδυνεύειν ὑμῖν αἱροῦμαι· εἰ δὲ τῆς προτέρας ἀτολμίαν καὶ ἀνανδρίαν καταγνόντες βουλῆς, ἐμμένειν ἀσφαλῶς κεκρίκατε τοῖς δευτέροις, μὴ πειθομένου δ' ἐμοῦ, οὐδ' αὐτοὶ λυσιτελεῖν ἑαυτοῖς ἅπερ ἐγὼ βούλομαι ἡγεῖσθε, ἐγὼ μὲν τῶν τοιούτων ἔργων κοινωνεῖν ὑμῖν οὐκ ἂν ἑλοίμην ποτὲ, ὑμᾶς δὲ τὸ οἰκεῖον ἀσφαλὲς ἔξεστι περισώζοντας, ἃ συμφέρειν ὑμῖν οἴεσθε ἑλέσθαι. χάριν δὲ πολλὴν ὁμολογῶ τῷ θεῷ, ὅτι τῆς εἰς ἐμὲ εὐνοίας οὐδὲν οὐδέ πω καὶ νῦν ὑμῖν ἀπήντηκε τῶν δυσχερῶν, οὐδὲ περὶ ὧν ἐβουλευσάμεθα κατάδηλον οὐδὲν γέγονεν οὐδενὶ πλὴν ὑμῶν. ἐγὼ δὲ ὡς ἂν οἷός τε ὦ, καὶ ὡς ἂν ὁ θεὸς διδῷ, τὸν ὑπὲρ ἐμαυτοῦ κίνδυνον διακυβερνήσω. οἶδα μὲν οὖν ὡς, ἂν συμβῇ μαχόμενόν με πεσεῖν, πολλὰ μὲν ἐπιθρηνήσετε κειμένῳ, πολλὰ δὲ πολλάκις ἀνακλαύσεσθε τὸν φίλον, εἰ δή τι καὶ μνήμης ἄξιον ἐνεδειξάμεθα φιλίας εἰς ὑμᾶς. εἰ δ' ἔτι περιόντι πάλιν ἐθελήσετε προσελθεῖν, μηδαμῶς ὑμῖν ἐμπόδιον τὸ νῦν ἡμᾶς χωρίζεσθαι καταστήτω· εὑρήσετε γὰρ ἀεὶ τὸν αὐτὸν ὄντα καὶ φιλικῶς ὥσπερ καὶ νῦν διακείμενον πρὸς ὑμᾶς. μὴ νομίσητε 1.50 δὲ ἐμὲ μήτε ἀλύπως ἐπὶ τῷ χωρισμῷ ὑμῶν διακεῖσθαι, μήθ' ὡς τοῦ μηδενὸς ἀξίους ὑμᾶς οὕτως ἐκ τοῦ παραυτίκα ἀπωθεῖσθαι. ἐξ ὅτου γὰρ περὶ τῶν τοιούτων ἠρξάμην λέγειν, πολλῶν τὴν διάστασιν ὑμῶν ἐννοῶν αἰσθάνομαι τῶν ἀλγηδόνων· οἶδα δ' ἐν τῷ μετὰ ταῦτα καὶ πλειόνων αἰσθησόμενος καὶ σφοδροτέρων· φέρειν δὲ ἀνάγκη, τῶν πραγμάτων ἀσυμβάτως ἐχόντων· εἰ μὲν οὖν, ὥσπερ εἶπον, ἐθελήσετε τῶν προτέρων ἐχομένους λογισμῶν, ὑπὲρ μὲν τῆς ἡμετέρας σωτηρίας φροντίσαι, μηδὲν δὲ κατὰ βασιλέως βουλεύσασθαι τῶν ἀπεικότων, καὶ ἐμὲ κοινωνὸν ἕξετε τῶν πραττομένων· εἰ δ' ἑτέρως ὑμῖν δοκεῖ, οὐδὲν ἄλλο λοιπὸν, ἢ πολλὰ τῆς εἰς ἐμὲ φιλίας ἐπευξάμενον ἀγαθὰ, καθ' ἑαυτὸν ἅ μοι δοκῶ συμφέροντα πράττειν.» Τοιαῦτα καὶ τοῦ βασιλέως εἰπόντος, ἐπὶ πολὺ μὲν πρὸς ἀλλήλους ἑώρων, τὸ τῆς γνώμης θαυμάζοντες ἐπὶ τὰ καλὰ βεβηκὸς, ὡς μηδὲν τῆς πρὸς τὸν βασιλέα καὶ πάππον αἰδοῦς ὑφεῖναι, καίτοι πολλοῖς αὐτὸν τοῖς λυποῦσιν ἀμειβομένου. εἶθ' ὁ πρωτοστράτωρ ἀπεκρίνατο τοιαῦτα· «ἡμῖν, ὦ βασιλεῦ, τὸ συμφέρον σοί τε καὶ ἡμῖν αὐτοῖς σκοποῦσιν, ἃ λυσιτελεῖν ἐδοκοῦμεν, ἐφθεγξάμεθα. ἃ δὲ περὶ βασιλέως ἐφθεγξάμεθα, οὐκ αὐτὸ τοῦτο μόνον ὅπως κακόν τι πάθοι σκοποῦντες ἐβουλευσάμεθα, ἀλλ' ὅπως μὴ μετὰ τὸ φανερῶς εἰς τὸν πόλεμον καταστῆναι, τὶς ὑπολείποιτο μετὰ σοῦ προσδοκία δεινοῦ· τοῦτο γὰρ ἡμῖν περὶ πλείστου σκοπεῖται. ἐπεὶ δ' ὡς ἠκούσαμεν τῆς εἰς τὸν βασιλέα 1.51 καὶ πάππον ἀσφαλείας τε καὶ τιμῆς τὴν οἰκείαν σωτηρίαν καὶ ἀσφάλειαν ἐν δευτέρῳ λογίζῃ, θαυμάζειν μὲν ἔπεισι τῆς μεγαλοψυχίας καὶ τῆς δικαιοσύνης, πείθεσθαι δὲ οἷς ἂν ἐθέλῃς, καὶ ταῦτα νομίζειν καὶ δίκαια καὶ συμφέροντα, ἅπερ ἂν καὶ σοὶ συνδοκῇ. εἰ δέ τι καὶ πρότερον διηνέχθημεν περὶ τοὺς λόγους, οὐκ ἀλλήλοις ἐναντία βουλευόμενοι, ἀλλ' ὅπως μηδὲν τῶν δεόντων ἀνεξέταστον διαφύγῃ. τοιγαροῦν ἐπεὶ τῆς ἀμφιβολίας παυσαμένης εἰς ἓν συνήλθομεν ταῖς γνώμαις, οὐδὲν ἄλλο λείπεται ἢ τοὺς λόγους καταλιπόντας, χωρεῖν ἐπὶ τὸ πράττειν τὰ δεδογμένα.» Καὶ Συργιάννη κατὰ γνώμην αὐτῷ εἰπόντος εἰρῆσθαι καὶ τοῦτο προσθέντος, ὡς «τῆς εἰς τὸν βασιλέα καὶ πάππον αἰδοῦς καὶ κηδεμονίας, ὦ βασιλεῦ, πολλαί σοι παρὰ τῷ μεγάλῳ καὶ οὐρανίῳ βασιλεῖ κείσονται χάριτες, καὶ ἢ μεταβαλεῖ τὰς γνώμας τῶν ἐπιβουλευόντων, ἢ, κακοῦν ὡρμημένων, αὐτὸς ὑπὲρ ἡμῶν πολεμήσει,» τοῦ τε βασιλέως τῆς εἰς αὐτὸν εὐνοίας καὶ εὐπειθείας πολλὴν ὁμολογήσαντος χάριν αὐτοῖς, εἰ φευκτέα ἢ μὴ, ἐσκόπουν. ὁρῶντες δὲ ἀεὶ τὴν ἐπιοῦσαν μεῖζόν τι φύουσαν κακὸν, καὶ τοὺς κατὰ βασιλέως τοῦ πάππου καὶ βασιλέως θυμοὺς ἐπὶ μᾶλλον αὐξομένους, ἐκ τοῦ μηδαμοῦ τεκμαιρόμενοι μηδὲ λόγου τινὸς ψιλοῦ τούτῳ μεταδιδόναι· καὶ δεδοικότες μή τινος τῶν ἀδοκήτων ἐκ τοῦ αἰφνιδίου συμβάντος, οὐδ' αὐτὸ τοῦτο διαδρᾶναι δυνηθεῖεν, ἐδόκει νῦν ὡς καιρὸν ἔχουσι καὶ ἀδείας εὐποροῦσιν, ἀφίστασθαι τοῦ Βυζαντίου.