16
ἀγαθῶν ἐπευξάμενος, τοῦ ̓Ιωσὴφ δ' ἐγκώμιον διεξελθών, οτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, προσέταξε τοῖς υἱοῖς ινα τοὺς παῖδας τοῦ ̓Ιωσὴφ ̓Εφραῒμ καὶ Μανασσῆν συναριθμήσωσιν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ ̓Ιωσὴφ παραστήσας τῷ ̓Ιακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν εστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ ̓Ιωσὴφ μὴ ουτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν. οὐ γάρ, ὡς ὑπείληφεν ̓Ιωσήφ, οὐκ ῃδει ο ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, 1.40 ἀλλ' ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῷ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ ̓Ιουδαϊκοῦ. τελευτᾷ δὲ ̓Ιακὼβ βιώσας ετη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. ̓Ιωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος απεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ινα μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ ουτος, ετη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, οτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν. Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς ̓Ισραηλίτας ὁρῶντες καὶ τοῦ ̓Ιωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας κατ' αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ινα δι' αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς ̔Εβραίους ἐξέτρυχον. χρόνον μὲν ουν συχνὸν ἐπ' αὐταῖς διήνυσαν ταῖς κακώσεσιν. ειτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς ̓Ισραηλίταις, ος τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας ουν Φαραὼ κελεύει πᾶν αρσεν γεννώμενον τοῖς ̔Εβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ ουτω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν 1.41 ̔Εβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν. Καὶ οἱ μὲν ησαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν ευ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθ' υπνους προσέταξεν αὐτῷ ὁ θεός. "ο τε γὰρ παῖς, ον ὑφορῶνται Αἰγύπτιοι, σός" ελεγεν "εσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ' Αἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός." τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον αρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρὰ τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς οχθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τὸ δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσα "βασίλισσα" ειπεν, "εἰ ̔Εβραῒς κληθείη γυνή, ισως προσήσεται θηλὴν τὸ βρέφος ὁμογενοῦς." ἡ δέ "κάλεσον" εφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν εμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τὸ γὰρ υδωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ υδατος· αμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς 1.42 τοῦ βρέφους ἐχρήσατο. ην δ' ἐξ ̓Αβραὰμ εβδομος Μωυσῆς· ̓Αμαρὰμ μὲν γὰρ αὐτὸς ην παῖς, Καὰθ δὲ τῷ ̓Αμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευί,