16
πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς. alpha.71 ἀπὸ τοῦ ουν ἀολλίζω τὸ συναθροίζω Αἰολεῖς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι. Αἰόλιοσ. ονομα κύριον. αἰόλος, ὁ ποικίλος, καὶ ονομα κύριον, καὶ η καὶ ὁ εὐκίνητος, η ὁ ταχύς. παρὰ τὸ τὴν αελλαν καὶ τὴν πνοὴν, ητις ἀπὸ τοῦ αειν καὶ πνέειν αελλα λέγεται. Αἰολομίτρησ. ὁ ποικίλην μίτραν εχων. Αιθριοσ. ὁ ὑπὸ τὸν αἰθέρα. Αιθριπποσ. ὁ ταχύς. Αἰθρηγενέτησ. ὁ βορέας. Αἰκανόσ. ονομα ορους. Αἰκίστριος· Αικλοσ. ὀνόματα κύρια. Αἰών. νωτιαῖος μυελὸς, καὶ ὁ χρόνος. καὶ ἡ ζωὴ καὶ ὁ βίος. Σοφοκλῆς· ὡς οὐκ αν αἰῶν' ἐκμάθῃς βροτῶν. Αἰωνάριοσ. ὁ ̓Ιάννου αγιος μήν. ουτως ἑρμηνεῦσαι αὐτὸν Λογγῖνος βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα. Αἰξωνεύσ. ὁ βλάσφημος· βλάσφημοι γὰρ κωμῳδοῦνται οἱ Αἰξωνεῖς. Αἰπόλοσ. ὁ αἰγονόμος· παρὰ τὸ αἰπὰ, ο ἐστιν ὑψηλοῖς τόποις, περιπολεῖν· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς. καὶ αἰπὸν τὸ ἀκρωτήριον ἐπὶ ἀρσενικοῦ. ἡ εὐθεῖα ὁ αἰπός. οιμαι δὲ, οτι ἐστὶ καὶ αιπος τὸ υψος ἐπὶ οὐδετέρου. alpha.72 Αἰπύσ. ὁ ὀλέθριος καὶ ὁ χαλεπός. καὶ αἰπὺ ἐπὶ οὐδετέρου, ο ἐστι δυσχερὲς, ὑψηλὸν, μέγα. Αἰρέσιοσ. κύριον. Αἰρεσιέων. ονομα εθνους. καὶ Αἰρεσιεύς. Αἱρετικόσ. ὁ τὸ ψεῦδος τῆς ἀληθείας προτιμῶν. Αισακοσ. ὁ κλάδος τῆς δάφνης· ον κατέχοντες οἱ Ελληνες υμνουν τοὺς θεοὺς αὐτῶν. Αισηποσ. ποταμὸς Λυκίας. Αἰσήποιο ῥοαῖς-. Αισιμοσ. προσήκων, δίκαιος. ωσπερ ἀπὸ τοῦ σπορὰ σπόριμος, ουτως καὶ παρὰ τὸ αισα αισιμος. οθεν καὶ αἰσιμία. αισιμος δὲ καὶ ὁ χωλὸς καὶ ὁ ατιμος καὶ ὁ ἀμαθής. ̓Αριστοφάνης· τὸ δὲ κοινὸν ωσπερ αισιμος κυλίνδεται. Αισιοσ. ὁ καθήκων καὶ ἀληθής. Αἰσυμνητήρ. ὁ βασιλεὺς ὁ τὸ καθῆκον νέμων· ὁ ἀγωνοθέτης, ὁ βραβευτής. η αἰσυμενεστὴρ, ὁ ἐν τῷ καθήκοντι μένων. οἱ δὲ παρὰ τὸ αἰσυμνᾷν, τουτέστι τῶν αἰσίων μνήμην ποιεῖσθαι. η αἰσιομήτης ὁ αισια βουλεύων. ὁ γὰρ τύραννος τοὐναντίον. Αἰσχρόσ. παρὰ τὸ αισχος· τοῦτο παρὰ τοῦ ισχειν τοὺς λαμβάνοντας αὐτό. Αἰσχύλοσ. κύριον, παρὰ τὸ αισχος Αἰσχύλος, ὡς σιμὸς, Σιμύλος. Αἰσούρ. κύριον. Αιστωρ. ὁ ἁγνὸς, η ὁ φονεύς. alpha.73 Αἰσυάταο. τοῦ Αἰσυήτου. Αἰσυητῆρι. χοιροβοσκῷ. Αἰσύφηλοσ. ὁ δειλὸς η ὁ ψεύστης. Αισυμνος· Αἰσχίνησ. ὀνόματα κύρια. Αἰσχίους ανδρασ. ἀμόρφους. Αἰσχρίων. Μιτυληναῖος, ἐποποιός. Αιτιοσ. ὁ πρόξενος. ἐκ τοῦ αἰτῶ αιτιος· τῷ ˉτˉι, ˉι, ὡς τὸ αρκιος· η παρὰ τὸ ατη, αιτιος. Αἰστῶν. ὁ κατατήξας. Αἰτναῖοι κάνθαροι. οἱ μεγάλοι. Αἰτωλοί. οἱ ἀπὸ ̓Ιταλίας· οἱ τὴν Καλυδόνα κατοικοῦντες. Αἰφηρητιάδαο. ἀπὸ τοῦ Φέρης, Φέρητος, γίνεται Φερητίδης, καὶ πλεονασμῷ τοῦ ˉα, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη Φηρητιάδης. Αἰτήσιοσ. ὁ αἰτῶν. Αἰτηταί. οἱ παρά τινος τὶ αἰτοῦντες. οἱ δὲ ̔Ρόδιοι τῷ Περσεῖ οὐκ αἰτηταὶ τῆς εἰρήνης μᾶλλον η δόται οντες. Αἰτώλιοσ. ὁ ἀπὸ Αἰτωλίας. Αἰχμητήσ. μαχητὴς, πολεμικός. Αἰψηρόσ. ταχὺς, ἀπὸ τοῦ ψαίρειν, ο σημαίνει τὸ ταχύνειν. ̓Αϊδνόσ. ὁ ἀφανής. ειδω τὸ βλέπω, η τὸ γινώσκω. ονομα ἰδνὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνὸς, ὡς στίλβω στιλπνός. ἐξ ου καὶ ̓Αϊδωνεὺς ὁ ᾳδης, alpha.74 εἰς ον οὐκ εστιν ἰδεῖν. ἐκ τοῦ αϊδνος γίνεται ἀϊδνόδηλος καὶ κατὰ συγκοπὴν ἀΐδηλος. η ἐκ τοῦ ἀΐδης, ἀΐδου, γίνεται ἀϊδανὸς καὶ ἐν συγκοπῇ ἀϊδνός. ̓Αΐδησ. ὁ ᾳδης, καὶ κλίνεται τοῦ ἀΐδου, ἡ δοτικὴ τῷ ἀΐδῃ καὶ κατὰ πλεονασμὸν αϊδι. η παρὰ τὸ ειδω τὸ βλέπω, ὁ μέλλων εισω. καὶ ονομα ῥηματικὸν ις, καὶ μετὰ τοῦ στερητικοῦ ˉα αϊς, ἐν ῳ οὐδὲν εστιν ὁρᾷν. ἡ γενικὴ αϊδος, καὶ ἡ δοτικὴ αϊδι. Αϊδρισ. ὁ απειρος. ειδω τὸ ἐπίσταμαι, ὁ μέλλων εισω. οιον· εισομ', αικε μ' ὁ Τυδείδης- ονομα ειδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ιδρις· ἡ γενικὴ ἀΐδρεως, ἀΐδρεϊ καὶ ἀΐδρει. καὶ ἀϊδρεία, ἡ ἀπειρία, παρὰ τὸ ιδρις, αϊδρος. Αϊστοσ. εἰ μὲν σημαίνει τὸν ἀφανῆ, εστιν ἀπὸ τοῦ ειδω τὸ βλέπω, ὁ μέλλων εισω, ὁ παρακείμενος εικα, ὁ παθητικὸς ειμαι, καὶ ἐκ τοῦ τρίτου προσώπου ἰστὸς καὶ αϊστος. εἰ δὲ σημαίνει τὸ αγνωστον, ἀπὸ τοῦ ειδω τὸ γινώσκω. ὁμοίως ἐκ τούτων καὶ τὸ ἀϊστῶσαι. ̓Αΐτησ. ὁ ἐρώμενος καὶ ὁρμητικὸς, παρὰ τὸ ἀΐειν, ο ἐστι πνέειν· ὁ εἰς πνεῦμα τὸν ερωτα τῷ ἐραστῇ. η παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. η ὁμοΐτης τίς ἐστιν, ὁ αμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος.