φώς, κατασκευάζει τὸ γινόμενον. Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουρ γηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν· Ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτε μὴν δὴ λυθήσεσθέ γε οὔτε τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλή σεως, μείζονος ἔτι δεσμοῦ καὶ ἰσχυροτέρου, λαχόντες. Ἐν ταῦθα ὁ Πλάτων, τοὺς τὴν πολυθεότητα ἀσπαζομένους δε διώς, ἐναντία ἑαυτῷ τὸν κατ' αὐτὸν δημιουργὸν εἰσάγει λέγοντα. Πᾶν γὰρ τὸ γενόμενον φθαρτὸν πρότερον εἰρηκέναι αὐτὸν φήσας νῦν τἀναντία αὐτὸν εἰσάγει λέγοντα, ἀγνοῶν ὅτι οὐδα μῶς οὕτω δυνατὸν τὸ τῆς ψευδολογίας ἐκφυγεῖν ἔγκλημα· ἢ γὰρ τὸ πρότερον εἰρηκὼς πᾶν τὸ γενόμενον φθαρτὸν ψεύδεται, ἢ νῦν τἀναντία τοῖς πρότερον περὶ αὐτῶν εἰρημένοις ἐπαγγελ λόμενος. Eἰ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι κατὰ τὸν πρότερον αὐτοῦ ὅρον, πῶς ἐγχωρεῖ τὸ κατ' ἀνάγκην ἀδύνατον γενέσθαι δυνατόν; Ὥστε μάτην ἔοικεν ὁ Πλάτων ἀδύνατα χαρίζεσθαι τῷ κατ' αὐτὸν δημιουργῷ, τοὺς ἅπαξ διὰ τὸ ἐξ ὕλης γεγενῆσθαι φθαρτοὺς καὶ λυτοὺς γενομένους αὖθις δι' αὐτοῦ ἀφθάρτους καὶ ἀλύτους ἐπαγγελλόμενος ἔσεσθαι. Τὴν γὰρ τῆς ὕλης δύναμιν, ἀγένητον καὶ ἰσόχρονον καὶ ἡλι κιῶτιν κατὰ τὴν αὐτοῦ δόξαν τοῦ δημιουργοῦ οὖσαν, ἀντιστα τεῖν εἰκὸς τῇ αὐτοῦ βουλήσει· τῷ γὰρ μὴ πεποιηκότι οὐδεμία ἐξουσία πρὸς τὸ μὴ γεγονός, ὥστε οὐδὲ βιασθῆναι αὐτὴν δυνατόν, τῆς ἔξωθεν πάσης ἀνάγκης ἐλευθέραν οὖσαν. ∆ιὰ τοῦτο τοίνυν καὶ αὐτὸς ὁ Πλάτων εἰς ταῦτα ἀφορῶν οὕτω γέ γραφεν· Ἀνάγκη δὲ οὐδὲ θεὸν λέγεσθαι δυνατὸν βιάζεσθαι. Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα· Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, καίτοι Ὁμήρου οὐ περὶ τοῦ βασιλέως καὶ κατὰ Πλάτωνα δη μιουργοῦ τῶν θεῶν ταῦτ' εἰρηκότος, ἀλλὰ περί τινων θεῶν, τῶν παρ' Ἕλλησι πολλῶν εἶναι νομιζομένων, ὡς ἔστιν ἡμῖν καὶ παρ' αὐτοῦ Πλάτωνος μανθάνειν, θεοὶ θεῶν λέγοντος; Τῷ γὰρ ἑνὶ καὶ πρώτῳ θεῷ τὴν ἐξουσίαν καὶ τὸ κράτος ἁπάν των Ὅμηρος διὰ τῆς χρυσῆς ἐκείνης ἀναφέρει σειρᾶς, τοὺς δὲ λοιποὺς θεοὺς τοσοῦτ' ἀπέχειν ἔφη τῆς ἐκείνου θεότητος, ὥστε αὐτοὺς καὶ μετὰ ἀνθρώπων ὀνομάζειν ἀξιοῦν. Τὸν γοῦν Ὀδυσσέα κατὰ τοῦ Ἕκτορος πρὸς τὸν Ἀχιλλέα εἰσάγει λέγοντα· Μαίνεται ἐκπάγλως, πίσυνος ∆ιΐ, οὐδέ τι τίει Ἀνέρας οὐδὲ θεούς. Ἐνταῦθά μοι Ὅμηρος δοκεῖ πάντως που καὶ αὐτὸς ὥσπερ ὁ Πλάτων ἐν Aἰγύπτῳ μαθὼν περὶ ἑνὸς θεοῦ σαφῶς καὶ φανε ρῶς τουτὶ ἐμφαίνειν, ὅτι ὁ τῷ ὄντι πεποιθὼς θεῷ τῶν μὴ ὄντων ἀμελεῖ. Oὕτως γὰρ ὁ ποιητῆς καὶ ἀλλαχοῦ που, δι' ἑτέρας λέξεως ἰσοδυναμούσης, τῇ ἀντωνυμίᾳ, ταὐτῇ τῇ ὑπὸ Πλάτωνος εἰρημένῃ μετοχῇ, κέχρηται, τὸν ὄντα θεὸν ἀπαγγελ λούσῃ, περὶ οὗ ὁ Πλάτων ἔφη· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ