προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο δὴ τῶν ἄλλων ἀνάγκη πρῶτον εἶναι. κζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὡς γάρ, εἰ ἀλλοιοῦται, ἔστι τοῦτο ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτως καὶ ὁ τόπος διὰ τῆς τοιαύτης τινὸς δοκεῖ εἶναι φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀὴρ τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος ὅτι οὗ ἦν ὁ ἀὴρ ἐνταῦθά ἐστι νῦν ὕδωρ. Eἰ ὃν ἔχει λόγον ὁ τόπος πρὸς τὰ ἐν αὐτῷ, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὰ ἐν αὐτῇ διὰ τῆς ὁμοίας φαντασίας, ἄληπτος δ' ὁ τόπος καὶ ἡ ὕλη, οὐδὲν ἄρα ἐστὶν ἡ ὕλη τῶν ἐν αὐτῇ ἀλλοιουμένων τε καὶ γιγνομένων καὶ οὐκ οὐσία. Πῶς οὖν ἐτέθη ἡ ὕλη οὐσία εἶναι τῶν ἁπλῶς γιγνομένων; κη. Ἐκ τοῦ αὐτοῦ λόγου. Πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ' αὔξησιν κινητὸν καθ' αὑτό που, ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλως οὐδὲ ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα. Eἰ τὸ κατὰ φορὰν κινητὸν καθ' αὑτό που, κατὰ φορὰν δὲ κινητὸς ὁ οὐρανός, καὶ καθ' αὑτὸ ἄρα ἀνάγκη εἶναί που τὸν οὐρανόν. Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον· ἀχώριστα γὰρ ἀλλήλων, καὶ τῇ ἀναιρέσει τοῦ θατέρου ἀκο λουθεῖ ἡ τοῦ δευτέρου ἀναίρεσις. Eἰ οὐκ ἔστιν ὁ οὐρανὸς ἐν τόπῳ καθ' αὑτό, πῶς κυκλικὴν φορὰν φερόμενος τῶν μερῶν αὐτοῦ τὰ μὲν ἄνω γίνεται κάτω, τὰ δὲ κάτω γίνεται ἄνω; Ἄνω δὲ καὶ κάτω ὢν τοῖς ἑαυτοῦ μέρεσι, πῶς οὐκ ἔστι ψευδὲς τὸ λέγειν τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ; κθ. Ἐκ τοῦ αὐτοῦ λόγου. Στιγμῆς οὐκ ἔστιν ὁ τόπος. Oὐκοῦν οὐκ ἔστι ποῦ ἡ στιγμή, ὥσπερ καὶ τὸ μὴ ὄν· εἰ δὲ ψευδὲς τοῦτο, ὂν ἄρα ἐστὶν ἡ στιγμὴ καὶ ποῦ. Eἰ δὲ ποῦ, καὶ τόπον αὐτῆς εἶναι ἐξ ἀνάγκης. λ. Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἔστιν ὁ τόπος καὶ ποῦ, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλ' ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. Oὐ γὰρ ἐν τόπῳ τὸ ὄν, ἀλλὰ τὸ κινητὸν σῶμα. Eἰ πᾶν τὸ ἐν τόπῳ ποῦ ἐστι, καὶ οὐ πᾶν τὸ ποῦ ἐν τόπῳ ἐστί, πλέον ἄρα τὸ ποῦ τοῦ ἐν τόπῳ. Πῶς οὖν μιᾶς κατηγορίας εἶναι λέγεται τὸ ποῦ καὶ τὸ ἐν τόπῳ, τὰ τοσοῦ τον ἀλλήλων διαφέροντα, ὥστε καὶ τὸν τόπον λέγειν εἶναι μὲν ποῦ, οὐκ ἐν τόπῳ δέ; Καὶ εἰ τὸ πέρας τοῦ πεπερασμέ νου, ἑτέρου μὲν πεπερασμένου ἐστὶ τόπος, ἑτέρου δὲ πέρας, πῶς οὐκ ἔστιν ἀνάγκη ἀεὶ τὸν τόπον εἶναι καὶ τόπον καὶ πέρας; Καὶ εἰ πρὸ τῶν ἐν τόπῳ ὁ τόπος ἐστί, πῶς οὐ λέλυται ἡ ἀνάγκη τοῦ ἀεὶ τὸν τόπον εἶναι τόπον μὲν ἄλλου, πέρας δὲ ἄλλου; Καὶ εἰ τὸ μηδαμῶς ὂν οὐκ ἔστιν ἐν τόπῳ (εἴη γὰρ ἄν που, καθὼς εἶπε), πῶς οὐκ ἔστι ταὐτὸν τὸ