οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν. Eἰ πολλὰ μὲν βούλεται ὁ θεός, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταὐτὸν παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὅσα μὲν βούλεται ποιεῖν δύ ναται ποιεῖν, οὐχ ὅσα δὲ δύναται ποιεῖν βούλεται ποιεῖν, οὐ ταὐτὸν ἄρα παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές, πολλὰ δὲ βούλεται καὶ πολλὰ οὐ βούλεται, οἷον βούλεται μὲν τῇ ποικιλίᾳ πολλὰ εἶναι τὰ ὄντα, ἄπειρα δὲ αὐτὰ εἶναι τῷ πλήθει οὐ βούλεται, οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τὸ εἶναι τῷ βούλεσθαι. Ὁ θεὸς εἰ ὃ ὑπάρχει οὐ ποιεῖ, ποιεῖ δὲ ὃ βούλεται, βούλεται δὲ ποιεῖν τὸν κόσμον, οὐκ ἄρα ταὐτὸν παρ' αὐτῷ τῷ εἶναι τὸ βούλεσθαι. Eἰ ἀγενήτως ἀγένητα οὐ γίνεται, οὐδ' ἄρα ἀγενήτως ἀγένητα ποιεῖ ὁ θεός· ἀδύνατον γὰρ εἶναι ποιητὸν ἀγένητον. Ὥσπερ ἡ διδασκαλία ἐνέργειά ἐστι τοῦ διδάσκοντος ἐν τῷ μανθά νοντι, οὕτως ἡ ποίησις ἐνέργειά ἐστι τοῦ ποιοῦντος ἐν τῷ ποιουμένῳ· ὁ ἄρα ἀναιρῶν τὴν γένεσιν ἀπὸ τοῦ ποιουμένου ἀναιρεῖ καὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ποιήσεως τοῦ ποιοῦντος. Μάτην ἐνεργεῖ θεὸς τὴν ποίησιν, οὐκ ὄντος τοῦ γινομένου. Eἰ ἀποιήτως οὐ ποιεῖ ὁ θεός, οὐδ' ἄρα ἀγενήτως ποιεῖ. Τὸ ποιεῖ ὁ θεὸς φάσις ἐστὶ ποιήσεως, τὸ δὲ ἀποιήτως ποιεῖ δυνάμει ἀπόφασίς ἐστι τῆς φάσεως. Μαχόμενα ὀνόματα τὸ ἀγένητον καὶ τὸ ποιητόν. Eἰ τὸ διὰ ποιήσεως ἀγένητον, οὐκ ἄρα ἀγένητον τὸ μὴ διὰ ποιήσεως. Oὐδὲν διαφέρει τὸ λέγειν· Ὁ μὲν ποιήσας ἐποίησε, τὸ δὲ ποιούμενον οὐκ ἐγένετο, τοῦ λέγειν· Ποιεῖ ὁ θεὸς τὰ ἀγένητα. Eἰ εὔλογον τὸ λέγειν· Ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, εὔλογον ἄρα καὶ τὸ λέγειν· Ἀγενήτως τὰ ἀγένητα γίνεται. Ἀκολουθεῖ γὰρ τῷ ποιεῖ τὸ γίνεται φυσικῇ ἀνάγκῃ. Eἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Eἰ ἔγχρονον τὸ γίνεσθαι, ἔγχρονον καὶ τὸ ποιεῖσθαι· ἰσοδύναμα γάρ. Ἀδύνατον γὰρ ἐν τῷ ποιεῖν τὸν ποιοῦντα μὴ γίνεσθαι τὸ ποιούμενον. Eἰ ἀγενήτως οὐδὲν γίνεται, οὐδ' ἄρα ἀγενήτως ποιεῖταί τι· τὸ γὰρ γίνε σθαι καὶ τὸ ποιεῖσθαι λέξει μὲν οὐ ταὐτόν, ἔργῳ δὲ ταὐτόν. Ὁ θεός, εἰ τῷ εἶναι ποιεῖ, ἀναγκαστικῶς ποιεῖ ἃ ποιεῖ, εἰ δὲ τῷ βούλεσθαι ποιεῖ, αὐθεντικῶς ποιεῖ· αὐθεντικῶς δὲ ποιῶν ὅσα βούλεται καὶ οἷα βούλεται καὶ ὅτε βούλεται ποιεῖ. Ὁ θεὸς εἰ τῷ εἶναι ποιεῖ, εἰς οὐδὲν αὐτοῦ χρησιμεύει τὸ βού λεσθαι, ᾧ οὐδαμῶς δύναται κεχρῆσθαι. ∆ύο ἀσύμβατα τί θησιν ἐπὶ τοῦ θεοῦ ὁ ἀποκρινάμενος· ποιητικὸν αὐτὸν ὀνο μάζει τῶν ὄντων, καὶ προσάπτει αὐτῷ τὸ ἀγενήτως ποιεῖν. Eἰ γὰρ αὐτὸς μὲν ἀγενήτως ποιεῖ, τὸ δὲ ποιούμενον οὐδαμῶς γίνεται, οὔτε γενητῶς οὔτε ἀγενήτως, οὔτε ποιητῶς οὔτε ἀποιήτως, ὥσπερ ἄρα οὐ γίνεται τὸ ποιούμενον, οὕτως οὐδὲ ποιεῖ ὁ ποιῶν. Ὥσπερ, φησίν, ὁρῶμεν ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεννητῶς γενόμενα γεννητὰ καὶ τὰ ἐξ