πλὴν τοῦ χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζώων τὰ μὲν καθαρά, τὰ δὲ ἀκάθαρτα ὠνόμασε· καὶ τὰ μὲν καθαρὰ ἐπέ τρεψεν αὐτοῖς θύειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι' ἑκατέρου δεικνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τοῦ θύεσθαι καὶ ἐσθίεσθαι, καὶ πάλιν διὰ τοῦ καλεῖσθαι αὐτὰ ἀκάθαρτα. Ἐρώτησις λ. Eἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διὰ τί περὶ τῆς χρί σεως τοῦ Σαοὺλ λέγει μεταμελεῖσθαι καὶ περὶ τῆς καταστρο φῆς τῆς Νινευῒ ὅτι μετενόησεν; Ἀπόκρισις. Ὁ δεσπότης θεὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι. Προ νοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ' αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα· διὸ καὶ πρὸς τὸ συγγι νώσκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. Συγ γινώσκει γὰρ ἀτρέπτως τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορθώτως ἔχουσι πρὸς τὰ κακὰ ἀτρέπτως οὐ συγγι νώσκει. Τὸ οὖν Μεταμεμέλημαι τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει τὸ κατὰ τὸ μὴ συγγινώσκειν, τὸ δὲ Μετενόησεν ὁ κύριος τὸ ἄτρεπτον αὐτοῦ δηλοῖ τὸ κατὰ τὸ συγγινώσκειν. Ἄτρεπτος γάρ ἐστιν ὁ θεός, καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν δια μένει· τροπὴν δ' εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέ χεταί ποτε. Ἐρώτησις λζ. Eἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὖν οὔτοι ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον, καὶ πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; Πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; Eἰ δὲ ὑπὸ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νό μον μήτε ὑπὲρ νόμον μήτε παρὰ νόμον λεγόμενον, κατὰ τί γι νόμενον εὑρεθήσεται; Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος· διὸ καὶ ὑπὲρ τὸν νόμον οὐκ ἦν. Oὐδὲ γὰρ ἐνεδέχετο τοὺς κατὰ τὸν νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας τε καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν. Ἐρώτησις λη. Eἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χρι στοῦ, ὅτι αὐτός ἐστιν, ἐβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν (τοῦτο γάρ τινες εἰρήκασι), διὰ τί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ πεῦσιν δι' αὐτῶν τῷ Χριστῷ προσήγαγεν; Eἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν νοουμένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη (καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι), διὰ τί ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐρωτᾷ; Τὸ γὰρ Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι. Πε πεισμένος γὰρ τοῦτο οὐκ ἂν ἐπηρώτησε· Σὺ εἶ ὁ Χριστὸς ἢ