16
ἐκεῖ δὲ ὁ δεῖνα καὶ ὅσα προσῆν ἑκάστῳ καὶ κάλλη καὶ χάριτες. Καὶ τοῦτο μὲν οἱ κατὰ πᾶσαν τὴν πόλιν νεῴ, μοναὶ δ', ἃς πρότερον φθάσας ὁ λόγος ἐδήλωσεν, ἀφορμὴ τοῖς ὁρῶσιν ἵστανται πένθους, μὴ ὅτι γε μοναχῶν ἔρημοι καταστᾶσαι κακῶς ἐξελαθέντων καὶ πρὸς ἑτέρας πόλεις μετοικησάντων, ἀλλὰ καὶ προσαφῃρημέναι τὴν διὰ πάντων λαμπρότητα· αἵ τε γὰρ μάρμαροι τούτων ἐξηδαφίσθησαν, ἥ τ' ἄλλη ἅπασα ὕλη, ἡ πρὸς ἀπαρτισμὸν αὐτῶν ἀρχῆθεν συντεθειμένη καὶ κάλλος, εἰς διαρπαγὴν τοῖς βουλομένοις ἀνεῖτο καὶ νῦν ἄκοσμόν τι θέαμα πᾶσιν ὁρῶνται καὶ τὰς ἁπάντων ψυχὰς κινοῦσι πρὸς δάκρυα. Πολλοὶ μὲν οὖν εἵλοντ' ἂν ἀντὶ τῆς ἐνεγκαμένης τὴν πόλιν καὶ πλήρης μὲν ἂν ἦν εὐσεβῶν ἤδη, πλήρης δὲ μοναχῶν, γέμουσα δὲ θυμηδείας καὶ τέρψεως τῷ χριστωνύμῳ πρεπούσης πληρώματι, εἰ μὴ τοιαύτη κατ' αὐτῆς ἀπόφασις ἀπευκταία ἐξήνεκτο καὶ τὰ κατ' αὐτὴν οὕτω προὐχώρησε. Νυνὶ δὲ μὴ ὅτι γε πόθον, οἳ ταύτην ἐκ μακροῦ καταλαβεῖν εἶχον, μετάμελον ἔσχον τῆς προθυμίας, ἀλλὰ καὶ ἡμῖν τῆς εἰς τὴν πόλιν ἐλεύσεως μεταμέλει, τῆς ἐλπίδος σαφῶς διημαρτηκόσι· πάντα γὰρ ἄνω καὶ κάτω γεγόνασι, τὸ τοῦ λόγου, καὶ ἡ πόλις ὥσπερ τις ναῦς ἐν πελάγει περισχεθεῖσα κακῶν περιφέρεται, δίκην ἀνέμων τῶν καθ' ἑκάστην εἰπεῖν συμπιπτόντων ταραττόντων αὐτὴν καὶ ναυτίας πολλῆς καὶ ἰλίγγου πληρούντων καὶ καθαρᾶς εὐδίας ἐπιτυχεῖν οὔκουν ἐώντων, οὐδὲ τὸ τῆς εἰρήνης καὶ νηνεμίας ἱστίον πετάσασαν πρὸς λιμένα καλῶν ἐφθακέναι στῆναί τε ἐπ' ἀγκυρῶν ἀσφαλείας καὶ μένειν ἀσάλευτον. Θεοῦ δὲ ἄρα τοῦτ' ἂν εἴη καὶ τῆς ἐκείνου σαφῶς ποδαλιουχίας, καταπραῧναι μὲν τὰ τῶν ἐπερχομένων κορυφούμενα κύματα, ἰθῦναι δὲ πρὸς γαλήνην καὶ σωτηρίαν χαρίσασθαι καὶ δοῦναι πρύμναν κρούσασθαι τοῦ λοιποῦ καὶ «πλεῦσαι δεύτερον, ὅ φασι, πλοῦν», μεταβεβλημένων ἁπάντων ἐπὶ τὸ βέλτιον καὶ ὃ συνοίσει τῇ πόλει, μεσιτεύσαντος τοῦ τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος καὶ τῶν τῆς πατρίδος οἰάκων αὖθις εἰπεῖν ἐπιλαβομένου καὶ πρὸς τὴν τοσαύτην τῶν συμφορῶν θάλασσαν τῇ ἑαυτοῦ χρησαμένου δυνάμει. Γένοιτο δὲ μὴ οὐκ εἰς μακράν, ἱλέῳ τοῦ Θεοῦ ἐπιβλέψαντος ὄμματι καὶ φιλανθρωπευσαμένου συνήθως, ἐφ' οἷς αὐτὸν παροργίζομεν.]
22 Ταῦτα ἐς δεῦρο παρηκολούθηκεν, εἰ καί τινα τούτων ἡμεῖς ἑκόντες διὰ τὸν καιρὸν καὶ τὴν ἡμετέραν περὶ τὸ λέγειν ἀσθένειαν παραλιπεῖν δέον κεκρίκαμεν. Κἀπειδήπερ οὐκ εἴχομεν τὴν σὴν ἀξίωσιν διακρούσασθαι καὶ ἀνηκοΐας γραφὴν ἀπενέγκασθαι, καθὼς ἡμῖν ἐξῆν, ἑαυτοὺς τῇ παρούσῃ δεδώκαμεν διηγήσει· τοῦτο γὰρ κἂν ταῖς ἀρχαῖς ὑπισχνούμεθα, μηδὲν πλέον τῆς ἡμετέρας δυνάμεως ἐπιδείξασθαι. Ὅθεν, εἰ μὲν ἄξιόν τι τῆς τε σῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως φανῶμεν ἐργάσασθαι, σὸν ἂν εἴη τοῦτο καὶ τῶν σῶν ὑπὲρ ἡμῶν προσευχῶν. Εἰ δ' αὖθις ἀτυχεῖς κατὰ πάντα δόξαιμεν, ὃ πᾶσα παθεῖν ἀνάγκη, ὁποία τις ἂν ἀμοιβὴ καὶ πάλιν ἡμῖν ἀντιδοθείη, δίκαιον ἂν εἴη καὶ σὲ ταύτης μετεσχηκέναι, ἡμᾶς ἀμαθεῖς ὄντας, παρακαλέσαντα πρὸς ἔργον τοσοῦτον διὰ τὸ ἡμᾶς εἶναί τι νομίσαι, μηδὲν ὄντας καὶ τοῦτο πανταχοῦ διατεινομένους. Ἐγὼ δ' εἰς ἀμοιβὴν τὰς σὰς λιτὰς ἀντιδοθῆναί μοι θερμῶς ἐξαιτοῦμαι, τιμιώτατε πάτερ· πολλὰ γὰρ ἐμαυτῷ συνεγνωκὼς πταίσματα, τῆς ἀπὸ τῶν σῶν λιτῶν δέομαι βοηθείας εἰς τὴν τούτων ἀπόνιψιν.