1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

16

αὐξομένης γὰρ τῆς σελήνης αὔξεται τὰ ὑπ' αὐτήν, εἶτα συνιούσης ἀπολήγει καὶ εἰς ἑαυτὰ συστέλλεται. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα Αἰγυπτίοις ἔνθεν ἐδόκει τιμᾶν· ἀμφότερα γὰρ τὰ ζῶα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τε τῷ σχήματι ἐμφερής, ἄκρα μὲν ὁμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ μέσα καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέληνος οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς ὀφθαλμοῖς τουτονὶ τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε μὲν γὰρ αὔξει τὸ φῶς τῆς σελήνης, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ ἐκεῖνο μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς συστέλλεται. φασὶ δέ τινες, ὧν ἐστι καὶ ∆έρκυλλος, ὅτι γεννᾶται ἐν τῷ Ὑδάσπῃ ποταμῷ λίθος λυχνὶς καλούμενος· οὗτος σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποδίδωσι. ἀλλὰ μὴν καὶ ἐν Ἀράρει ποταμῷ τῆς Κελτικῆς, μᾶλλον δὲ Αἰσάρῳ Συβάρεως, γεννᾶται ἰχθύς, κλοπίαν δὲ αὐτὸν οἱ ἐπιχώριοι καλοῦσι. τοῦτον λέγουσιν αὐξανομένης μὲν τῆς σελήνης λευκαίνεσθαι, μελαίνεσθαι δὲ αὖθις μειουμένης τοῦ φωτὸς αὐτῆς. ἱστορεῖ δὲ τοῦτο Καλλισθένης ὁ Συβαρίτης. ἀλλὰ καὶ Ἀρχέλαός φησι τὰ τῶν μυῶν ἥπατα λοβοὺς ἔχειν πεντεκαίδεκα, οἵτινες οὐκ ἀθρόοι πάντες ἐγγίνονται, ἀλλ' ἕκαστος καθ' ἡμέραν σεληνιακὴν εἷς ἐπιγινόμενος ἐξ οὐκ ὄντος προστίθεται ἀπὸ τῆς νεομηνίας μέχρι τῆς πανσελήνου, πάλιν δὲ ἀπὸ τῆς πανσελήνου εἷς ἐφ' ἑνὶ καθ' ἡμέραν φθίνων λοβὸς πάντες μέχρι τῆς νεομηνίας ἐκλείπουσι. καὶ αὖθις ἐξ ἐκείνης ἄρ χονται γίνεσθαι πρὸς τὴν τῆς σελήνης περίοδον καὶ τὸν ἀριθμὸν τῆς ἐκείνης ἡμερῶν καὶ αὐτοὶ γινόμενοι καὶ ἀπογινόμενοι καὶ πληθυνόμενοι καὶ μειούμενοι. ὁ δ' αὐτὸς ἱστορικὸς λέγει καὶ τὰ τῶν θαλασσίων ἐχίνων ᾠὰ τὸ αὐτὸ πάσχειν. 3.12 Ἀναξιμένης τοίνυν κύκλον τὴν σελήνην εἶναι βούλεται ἐννεακαιδεκαπλασίονα τῆς γῆς, πλήρη πυρὸς ὥσπερ τὸν τοῦ ἡλίου, Ξενοφάνης δὲ νέφος εἶναι πεπυρωμένον, οἱ Στωικοὶ μικτὴν πυρὸς καὶ ἀέρος, Πλάτων ἐκ πλείονος τοῦ πυρώδους, Ἀναξαγόρας καὶ ∆ημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας, Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην, Πυθαγόρας γε μὴν πυροειδὲς σῶμα. περὶ δὲ τοῦ κατ' αὐτὴν φωτὸς ἐροῦμεν, ὡς Ἀναξίμανδρος μὲν ἴδιον αὐτὴν φῶς ἔχειν βούλεται, ἀραιότερον δέ πως, ὁ δὲ Ἀντιφῶν ἰδίῳ μὲν φέγγει λάμπειν τὴν σελήνην φησί, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου φωτὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ συμβαίνει καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς δὲ καὶ οἱ ἀπ' αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην ἐνέκριναν. ὅ γε μὴν Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην φησί· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασιν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον δὲ τὸν ἥλιον διὰ τὸ ἐν καθαρῷ ἀέρι φαίνεσθαι. ἀφεστάναι δὲ λόγος ἀπὸ τῆς γῆς κατὰ τὸν Ἐρατοσθένην τὴν μὲν σελήνην σταδίων μυριάδας ἑβδομήκοντα ὀκτώ, τὸν δὲ ἥλιον τετρακοσίας καὶ ὀκτάκις μυρίας. ἡ σελήνη γὰρ τὴν ἑβδόμην κατέχουσα ζώνην προσγειοτέρα τῶν ἄλλων ἐστὶν ἀστέρων· ὅθεν οὐδὲ πίλημα ἄκρατον αἰθέρος αὐτὴν εἶναί φασι κατὰ τοὺς ἄλλους ἀστέρας, κρᾶμα δὲ αἰθερώδους καὶ ἀερώδους οὐσίας· τὸ γὰρ φαινόμενον αὐτῆς μέλαν, ὃ καλοῦσι πρόσωπόν τινες, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς φύσει μέλας ὢν ἄχρις αὐτῆς τείνεται. ἐκεῖνο δὲ μὴ παριδεῖν ἄξιον. ἡ νεομηνία κεφαλὴ μηνὸς πρὸς τῶν ἀρχαίων προσαγορεύεται. δέκα δὲ εἰσηγοῦνται σελήνης σχήματα, ἀφ' ὧν ὁ τριακονθήμερος ἀναπληροῦται κύκλος· τὰ δέ ἐστι σύνοδος ἀνατολὴ μηνοειδὴς διχότομος ἀμφίκυρτος πλήρης αὖθις διχότομος αὖθις ἀμφίκυρτος αὖθις μηνοειδὴς αὖθις σύνοδος. ἕτεροι δὲ ἕνδεκα σχήματα εἶναι βούλονται· μετὰ γὰρ τὴν σύνοδον