γὰρ ὁ δεχόμενος προφήτην μισθὸν προφήτου λήψεται, ἐκ τοῦ ἐναντίου καὶ μείζονος ὁ δεχόμενος ἀσεβῆ ποινὴν λήψεται ἀσεβοῦς, καὶ μάλιστα πατριάρχης, καὶ τὸ μέγιστον βασιλεύς. ὁ μὲν γὰρ πᾶσι μεταδώσει τῆς λύμης καὶ ὅλον διαφθερεῖ τὸ ποίμνιον, οὗτος δὲ ἀπείργειν δυνάμενος τίνα ἂν τὴν ἀπολογίαν πρὸς τὸν ἀδέκαστον πλάσαιτο δικαστήν, τί δ' ἂν εἴποι προφασισάμενος; εἰ μὲν οὖν τὰ ἐληλεγμένα ἢ μᾶλλον ἐκτεθειμένα μὴ κοινῇ διωμολογημένα ἐτύγχανον ὄντα, ἀλλ' εἶχέ τινα ἀμφισβήτησιν, πᾶσαν ἂν ὑμῖν τὴν πολιτικὴν καὶ ἱερατικὴν νομοθεσίαν συγκινήσας συνήγαγον. ἐπεὶ δὲ γυμνὰ τὰ πράγματα ἔκκειται καὶ ὁ τῶν κατηγορημάτων ἀκούσας εὐθύς τε ταῦτα τῷ κατηγορηθέντι ἐπιμαρτύρεται καὶ οὐκ ἔχει, τίσιν ἄλλοις τὸ τούτων ἐξισώσειε μέγεθος, τάς τε τιμωρίας οὐκ ἀγνοεῖ, ἃς ἑκάστοις τούτων οἱ νομοθέται προσήρμοσαν; διὰ ταῦτα καὶ αὐτὸς τὰ πλείω τῶν νόμων καὶ τῶν κανόνων παρεὶς ὀλίγα ἄττα ἐξ ἀμφοτέρων ὑμῖν ἀπομνημονεύσας τῶν δέλτων ἐκεῖνο σαφὲς ὑμῖν παραστήσω, ὅτι τοσούτων νόμων ἀποτρεπόντων καὶ ὁντιναοῦν τοῖς τοιούτοις συναναφύρεσθαι δόγμασι καὶ τοσούτων ἐφεστηκότων κινδύνων τοῖς παραβαίνουσιν, ἀμφοῖν ὁ δεσπότης καταπεφρόνηκε, κατὰ πολλὴν ὑπεροψίαν ἑκατέρων τῶν νόμων τοῖς ἐπιρρήτοις τελούμενος. Αὐτίκα τοίνυν ὁ πολιτικὸς νόμος πᾶσαν παρρησίας θύραν ἐπιζυγοῖ τοῖς ὅσοι τὰς ἐναντίας ἡμῖν δόξας πρεσβεύουσιν. ἀλλ' ὅ γε δεσπότης καὶ ἐπεζευγμένας τὰς θύρας διέστησεν καὶ ὥσπερ τι ἔρυμα καρτερὸν ἀφελὼν ὁδὸν τῷ πονηρῷ ῥεύματι δέδωκε· καὶ ξύμπασα μικροῦ δεῖν ἡ τῆς ἐκκλησίας κατεκλύσθη περιοχή, ἔξωθέν τε ἀκατασχέτως ἐπιρρεόντων τῶν ποταμῶν καὶ πατριαρχικῆς πηγῆς ἔσωθεν τῶν διεφθαρμένων δοξῶν ἀναβλυζούσης τὰ νάματα. ὁ τοίνυν νόμος τῷ μὲν ἀρχιερεῖ περὶ τῶν οὕτως ὑπειλημμένων ταῦτα παρακελεύεται· ἡμῖν δὲ περὶ ἐκείνου προτρέπεται ἀπείργειν αὐτῷ τὴν εἰς τὰς θείας αὐλὰς ἐπιδημίαν καὶ παρρησίαν. ὁ δ' αὐτὸς καὶ τὰ Πορφυρίου καίεσθαι προστάττει συγγράμματα. ἀλλ' ὁ μέγας δεσπότης εἴ τί που τῶν ἐκείνου ἡμίφλεκτον εἶδε καὶ παρὰ τῇ αἰθάλῃ κρυπτόμενον, ἐπιμελέστερον ἀνεγνώκει, καὶ ὅσα τὸ πῦρ ἐλυμήνατο, ταῦτα οὗτος ἀνεζωπύρησε καὶ τὴν πᾶσαν ἐκείνου βίβλον ἐκαινοποίησε. καὶ ἐπανήγαγεν αὖθις ἡμῖν τὰς βακχείας, τὰς ἁγιστείας, τὰ ὄργια, τὰ μυστήρια, τὰς κατοχάς, τὰς τελετάς, τὴν πᾶσαν τῶν δαιμόνων διαπλοκὴν ὥστε πάλιν δευτέρας ἡμῖν δεηθῆναι πυρκαϊᾶς, ἵν' αὖθις ἀναλωθῇ τὰ τοῦ νέου Πορφυρίου πονήματα. καὶ τὰ μὲν κέκαυται, τὰ δ' ἔτι λείπεται, ζώπυρα τῶν ἐκείνου κακῶν καὶ τῆς τοῦ ἀρχιερέως ψυχῆς ὑπομνήματα. καὶ ὁ μὲν νόμος τοὺς τὰ Νεστορίου φρονεῖν βουλομένους ἐπισκόπους μὲν ὄντας τῶν ἐκκλησιῶν ἐξωθεῖ, τοῖς δὲ τοῦ ἑτέρου λεὼ καὶ ἐπαρᾶσθαι πᾶσι παρακελεύεται. ὁ δὲ θεῖος οὗτος ποιμὴν τὴν δόξαν σβεσθεῖσαν ἀνῆψε λαμπρῶς καὶ τὴν τοῦ κυρίου μητέρα ἐν εὐθύναις αὖθις πεποίηκεν καὶ τοῦ πονηροῦ πνεύματος διὰ τῆς κατόχου τὴν φωνὴν εἰσδεξάμενος ὀδύνας αὐτῇ καὶ πόνους ἐπιμαρτύρεται. καὶ αὖθις τοῖς μὲν τὰ Ἑλλήνων τολμῶσιν ἔγκλημα προστρίβει δημόσιον καὶ τοῖς ἐλευθερίαν τούτοις διδοῦσιν ἔκπτωσιν τῆς ἀξίας ἐπανατείνεται, ὁ δὲ τῆς ἱερωσύνης φωστὴρ τὴν Ἑλληνικὴν τερθρείαν διαλυθεῖσαν συλλέγειν αὖθις ἐπικεχείρηκε καὶ πρῶτος αὐτὸς τελεσθεὶς καὶ τοῖς ἄλλοις παρανοίγνυσι τὰ μυστήρια, κἂν γὰρ μὴ Πυθῶδε βεβάδικε μηδ' εἰς ∆ωδώνην δεδράμηκε μηδὲ προσέβαλεν τῷ ἠχείῳ τὴν ἀκοήν, ἀλλ' αὐτὸ τὸ μαντεῖον εἰς τὸν θεῖον νεὼν μετεκόμισε· τὴν ζάκορον αὐτὴν καὶ δᾳδοῦχον ἐκ τῶν ∆ελφῶν ἀφελόμενος ἐντὸς τῶν ἀδύτων πεποίηκεν. αὐτὸν τὸν τρίποδα ἐπὶ τὴν ἐκκλησίαν μετήνεγκεν· αὐτὸ τὸ πνεῦμα τὸ τὴν ἐπίπνοιαν χορηγοῦν ἐπὶ τὸν θεῖον νεὼν ἐφειλκύσατο ἀπὸ τοῦ ἐν ∆ελφοῖς στομίου, ἀπὸ τῆς ἐκεῖθεν πλάνης, ἀπὸ τῶν τριόδων καὶ τῶν βαράθρων. τὰς νυκτερινὰς φαντασίας ἡμερινὰς αὐτοψίας πεποίηκεν. ὑπερεῖδε πάντων νόμων, κανόνων, ἐθῶν·