1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

16

χρησίμως οἰκονομηθέν, τὸν θάνατον. ἐπεὶ δὲ ἕτερα βιβλία ἔχουσιν· _ἐ_κ_ε_ῖ_ _ἀ_σ_ε_β_ε_ῖ_ς_ _ἐ_ξ_έ_κ_α_υ_σ_α_ν_ _θ_υ_μ_ὸ_ν_ ὀργῆς, οὕτω νοήσεις· οἱ μὴ ἐνταῦθα, φησίν, παιδευθέντες, 45 ἀλλ' ἐμμείναντες τῇ ἀσεβείᾳ τὴν ἐκ τῆς θείας ὀργῆς κόλασιν ἑαυτοῖς ἐπισπῶνται. 3, 18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι εὐθήνησαν· οὐκ ἤκουσαν φωνὴν φορολόγου. ἀλλὰ καὶ οἱ ἐξ αἰῶνος, φησίν, τελευτήσαντες ἐκεῖ τυγχάνουσι τῶν πρακτόρων καὶ ἀπαιτητῶν τῆς ἐπαχθείας ἀπαλλαγέντες, ἵνα εἴπῃ ὅτι· τῶν τοῦ βίου συμφορῶν ἐκτὸς γενόμενοι. πρὸς δὲ διάνοιαν φορολόγον φησὶ τὸν διάβολον, ὃς οὐ μόνον ὡς φορολόγος, ἀλλὰ καὶ ὡς δεσπότης τοὺς ὑπ' αὐτῷ προαιρετικῶς γεγονότας ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ τὸ πράττειν τὰ αὐτῷ καταθύμια. καὶ τούτου τοιγαροῦν τοῦ πικροῦ φορολόγου οἱ τὸν βίον ἐξελθόντες ἀπαλλάττονται οὐκέτι τὰ φαῦλα πράττειν δυνάμενοι. 3, 19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ. πάντες οὖν ἐκεῖ τυγχάνουσι, καὶ ἄλλο τοῦ θανάτου χρήσιμον τὸ μὴ εἶναι ἐκεῖ δοῦλον καὶ δεσπότην. καὶ γὰρ οἱ πάλαι, φησίν, δεδοικότες τοὺς ἑαυτῶν δεσπότας ἐκεῖ οὐ φοβοῦνται. ἄλλα δὲ βιβλία ἔχουσιν· οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. εἰ μὲν οὖν οὐ δεδοικώς, πρόδηλος ἡ νόησις· εἰ δὲ δεδοικώς, ἀντὶ τοῦ· πάλαι μὲν δεδοικώς, ἐν ᾅδου δὲ οὐκέτι. ταῦτα περὶ τοῦ θανάτου διὰ πολλῶν ἐφιλοσόφησεν ὁ σηπόμενος καὶ σκώληκας βρύων καὶ τῷ ἰχῶρι περιρρεόμενος, καὶ ὥσπερ τῶν ἀλγηδόνων ἐπιλαθόμενος καθαρῷ διανοίας ὄμματι τὰ κάλλιστα ἡμῖν τῶν μαθημάτων παραδέδωκεν, ἡμεῖς δὲ τούτων εἰς ἔννοιαν οὐκ ἐρχόμεθα. εἰ 46 γὰρ τοῦ θανάτου τὴν μνήμην εἴχομεν, βελτίους ἂν ἐγινόμεθα καὶ πλούτου καὶ δυναστείας καὶ τῶν ἐν τῷ βίῳ δοκούντων τερπνῶν ῥᾳδίως ἂν περιεφρονοῦμεν. 3, ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πολλαχοῦ ἡ γραφὴ τὸ ἵνα τί ἐπὶ παρακλήσεως τίθησιν, οὐκ ἐπὶ ἀποδυσπετήσεως, ὡς ἐπὶ τοῦ ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; οὐ γὰρ μέμφεται, ἀλλ' ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἐν ταῖς θλίψεσιν. καὶ πάλιν· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. πάλιν γὰρ οὐκ αἰτιᾶται, ἀλλὰ μὴ εἰς τέλος ἀπωσθῆναι παρακαλεῖ. κἀνταῦθα τοίνυν ὁ μακάριος οὗτος ἀνὴρ ἱκετεύει λέγων· ἐπειδὴ φωτὸς καὶ ζωῆς εἶ χορηγός, κύριε, περίελε τὰς ὀδύνας, περίελε τῆς ψυχῆς τὴν πικρίαν. καὶ γὰρ αἱρετώτερος τοῦ ὀδυνηροῦ βίου ὁ θάνατος. διὸ καὶ ἐπιφέρει· 3, 2122 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. ὥσπερ, φησίν, οἱ χρυσὸν μεταλλεύοντες καὶ θησαυρὸν ζητοῦντες, ἐὰν εὕρωσιν, χαίρουσιν, οὕτω καὶ οἱ ἐν πικραῖς ὀδύναις, ἐὰν συναίσθωνται πλησίον ὄντα τὸν θάνατον, λύσιν αὐτὸν τῶν κακῶν ἐλπίζοντες εἶναι χαίρουσιν. 47 3, 23 θάνατος ἀνδρὶ ἀνάπαυσις, συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ. καθ' ἑκάτερά φησίν· θάνατος ἀνδρὶ ἀνάπαυσις. πέρας γάρ ἐστι τοῦ ἐνταῦθα βίου καὶ συγκλείει τὰς ἐνταῦθα τῶν ἀνθρώπων πράξεις, ὥστε μὴ δύνασθαι ἡμᾶς ἔτι φαῦλόν τι πράττειν. ἀλλὰ καὶ τὰ κατὰ τοὺς πόνους τῆς ἀρετῆς πέρας ἔχει· ἐκεῖ γὰρ οὐκέτι οἱ ἀγῶνες, ἀλλ' οἱ στέφανοι, οὐκέτι οἱ ἱδρῶτες, ἀλλ' ἡ ἀνάπαυσις. τὸ οὖν συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ ἀντὶ τοῦ· καὶ τῶν πόνων τῶν περὶ τὴν ἀρετὴν πέρας ἔχει ὁ θάνατος καὶ τῆς κακίας ἐποχήν. ἕτερα δὲ βιβλία ἔχουσι καὶ τοῦτον τὸν στίχον μετὰ τὸ θάνατος ἀνδρὶ ἀνάπαυσις· _ο_ὗ_ _ἡ_ _ὁ_δ_ὸ_ς_ _ἀ_π_ε_κ_ρ_ύ_β_η_ _ἀ_π_'_ _α_ὐ_τ_ο_ῦ_. ὁ δὲ νοῦς οὗτος· τοῦ θανάτου ἡ ὁδὸς ἀπεκρύβη ἀπὸ τοῦ ἀνθρώπου· οὐ γὰρ οἶδεν ὁ ἄνθρωπος, πότε ὁ θάνατος ἐφίσταται διὰ τὸ αἰφνίδιον. 3, 24 πρὸ γὰρ τῶν σιτίων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. αἰτίαν ἀποδίδωσι τοῦ ποθεῖν τὸν θάνατον· οὔτε γὰρ ἀστενακτί, φησίν, τροφῆς μεταλαμβάνω, ἀλλὰ καὶ πυκνὰ δακρύω δεδοικώς, μή τι ἄρα ἐγκατάλειψιν τελείαν ὑπὸ θεοῦ ὑπέμεινα. αἱρετώτερος δὲ τοῖς δικαίοις, ὡς φθάσαντες ἔφημεν, μυριάκις ὁ σωματικὸς θάνατος ἢ τὸ ὑποπτεύειν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. καὶ