φησιν ὁ Παῦλος· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα» *** Ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτως καὶ πάντες οἱ τῆς | πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι <πιστεύουσιν> περὶ πάντων ὧν πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρο νομήσειν βασιλείαν οὐρανῶν ἢ βασιλείαν Θεοῦ. Ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρω πίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. Καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο «μένει πίστις, ἐλπίς, ἀγάπη». Καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, 214 τελειότητος δὲ τὴν ἀγάπην *** οὕτω δὲ καὶ | ἀσθενῶν ἄν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ' ὡς ἐκ λύπης ἢ ἐξ ἀνάγκης *** διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅτι καὶ «πάντα πιστεύει», ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν πιστεύειν καὶ ἔχειν τινὰ πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις *** καίτοι γε τῆς τοῦ σώματος νεκρό|τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ' ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων *** τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· τούτοις ἑπόμενος φήσεις τὴν μὲν τῶν λοιπῶν γένεσιν ἀπὸ πυρώσεως ἐσχηκέναι τὴν ἀρχήν, τὴν δὲ τοῦ Ἰσαὰκ οὐδαμῶς μὲν ἀπὸ πυρώσεως, διὰ | δὲ τὴν ἐπαινετὴν νεκρότητα τοῦ σώματος Ἀβραὰμ καὶ τῆς μήτρας Σάρρας τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ *** ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγ γελίας Θεοῦ· ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες *** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος | Ἀβραὰμ ἔλαβεν γυ ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ˉρˉκˉζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ· οὐκοῦν παρὰ τὸν καιρὸν τοῦ θανά|του Σάρρας ˉρˉλˉζ ἐτῶν ἦν ὁ Ἀβραάμ. Ἐὰν δέ τις δοκῇ καὶ μετὰ ταῦτα θέλειν τὴν νέκρωσιν τοῦ σώματος Ἀβραὰμ διὰ τὸ 216 γῆρας λέγειν ‖ γενέσθαι, λεκτέον αὐτῷ ὅτι ἔστω χάριτος αὐτὸν τῆς ἐν ἐπαγ[γε]λίᾳ δεδεῆσθαι ἑκατονταέτη που ὑπάρχοντα ἵνα γένηται τοῦ Ισαὰκ πατήρ, πῶς οὖν χωρὶς ἐπαγγελίας μετὰ τὸ γενέσθαι ˉρˉλˉζ ἐτῶν ἐγεν νήθησαν αὐτῷ ἄλλοι ἓξ υἱοί; Καὶ ἄλλως δὲ λογισάμενος τὸν χρό|νον τῆς ζωῆς Ἀβραὰμ ἔτη πάντα γενόμενον ˉρˉοˉε, ἀνάλογον τῷ τοσούτῳ χρόνῳ, τὴν εὐτο νίαν καὶ τὴν σύστασιν τοῦ σώματος αὐτοῦ φήσεις μηδέπω ἠμβλύνθαι ἡνίκα ἑκατονταέτης που ὑπῆρχεν ἔτι *** πρὸς δὲ <τὸ> πεισθῆναι ὅτι οὐ διὰ γῆρας νενεκρωμένον εἶναι λέγεται τὸ τοῦ Ἀβραὰμ σ̣ω῀̣μ̣α̣, τήρει ὅτι πρότερον μὲν εἰσῆλθεν Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ | Σάρρας καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνή, καὶ ἠγάπησεν αὐτήν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ τῆς μητρὸς αὐτοῦ· καὶ ἦν Ἰσαὰκ ἐτῶν ˉμ ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν· ὕστερον δὲ προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα· οὐκοῦν ὅτε προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, ἐτῶν ἐγεγό|νει ˉρˉμ *** καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες, οὐδαμῶς μὲν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀεὶ δὲ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου *** ζητήσαι δ' ἄν τις εἰς ταῦτα ἐπιτηρῶν πότε εἴρηται τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» καὶ ὅτι οὐδέπω γεγεννημένου τοῦ Ἰσμαὴλ ὅτε Ἀβραὰμ περὶ τὰ ˉπˉζ ἔτη | γεγόνει, πῶς ὁ ἀπόστολός φησιν μετὰ τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» τὸ «Καὶ μὴ ἀσθενήσας