ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου, χαρίσματος δὲ ἐπὶ τοῦ θεοῦ· οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ θεὸς ἀλλὰ χάρισμα, οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ' ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος, ἀτελὴς γὰρ αὕτη νοεῖται ὅτε μὴ ἐν Χριστῷ Ἰησοῦ ἐστιν τῷ κυρίῳ ἡμῶν. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ' αὐτῆς δίδωσι τὸν θάνατον, καὶ οὐχ ὁ θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον, ὁ γὰρ θεὸ θάνατον οὐκ ἐποίηεν καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ τὸ ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήω καὶ κύριο θανατοῖ καὶ ζωογονεῖ, ἐροῦμεν ὅτι ἀποκτέννει ὁ θεὸς τῇ ἁμαρτίᾳ ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ. 35 vii 1-3 ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. τὸ γινώσκειν τὸν νόμον πάντως οἶδεν τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητο τοῦ γράμματο καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητο τοῦ πνεύματο· τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ κατάλληλον· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός· ὁ νόμος ἐστὶν ὁ ἀνήρ· δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα· οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο διὰ τὸ εἶναι παλαιότη γράμματο· τὸ δὲ παλαιού μενον καὶ γηράκον ἐγγὺ ἀφανιμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν καὶ ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν καὶ οὕτω προαιρουμένοις, ἵν' οὕτως εἴπω, ζῇ. 36 vii 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. τὸ ἅγιον πνεῦμα ἀεί ἐστιν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράκον ἀλλὰ μᾶλλον τοῦ ἔω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ ἡ παλαιότης δὲ τοῦ γράμματος οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ ὁ παλαιὸ ἡμῶν ἄνθρωπο καινός ποτε ἦν, ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ ἀλλὰ τῶν τοιῶνδε νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν. vii 7 <τί οὖν; ὁ νόμος ἁμαρτία; οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθ' ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναί, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἕν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ' ἐπὶ πλειόνων τέτακται, τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ' ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων. οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται ὅοι γὰρ ἐξ ἔργων νόμου εἰὶν ὑπὸ κατάραν εἰί, γέγραπται γάρ· ἐπικατάρατο πᾶ ὃ οὐκ ἐμμένει πᾶι τοῖ γεγραμ μένοι ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆαι αὐτά, σαφὲς ὅτι νόμος ὁ κατὰ τὸ γράμμα δηλοῦται Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τὸ δ' αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ ὁ νόμο γὰρ τῶν παραβάεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ πέρμα ᾧ ἐπήγγελται, διαταγεὶ δι' ἀγγέλων ἐν χειρὶ μείτου· καὶ ἐν τῷ ὥτε ὁ νόμο παιδαγωγὸ ἡμῶν γέγονεν εἰ Χριτόν, ἵνα ἐκ πίτεω δικαιωθῶμεν· ἐλθούη δὲ τῆ πίτεω οὐκέτι ὑπὸ παιδαγωγόν ἐμεν. πάντε γὰρ υἱοὶ θεοῦ ἐτὲ διὰ τῆ πίτεω ἐν Χριτῷ Ἰηοῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς