<ἂν> ἀλό 19.23.156 γως ποιήσαι. πρὸς τούτοις ὁ πιστεύων ὅτι «Αὐτός ἐστιν ἡ εἰρήνη «ἡμῶν», οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον «θεοῦ σοφία», ἀλλὰ καὶ «θεοῦ δύναμις», ὁ πιστεύων αὐτῷ καθ' ὃ δύναμίς ἐστιν οὐκ ἂν εἴη περὶ τὰ καλὰ ἀδύ 19.23.157 νατος. ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὺν διὰ τὸ «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;» καὶ τὸ «Ἰσχύς «μου», καὶ τὸ «Ὑπόστασίς μου ὁ κύριος» φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ [καὶ] καθ' ὅ ἐστιν ὑπομονή, καὶ 19.23.158 εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ' ὅ ἐστιν ἰσχύς. ἐὰν δὲ ἀναλεγώμεθα <οὕτως> τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· γινόμενος γὰρ ἐν τοῖς ἐναν τίοις τῇ ἐπινοίᾳ, ὧν ἐστιν ὁ χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις. 19.24.n Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; 19.24.159 Ἀκόλουθον ἦν τοὺς ἀκροωμένους μετὰ πολλῆς ἐξου σίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴη ὁ ταῦτα λέγων· ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν ὁ σωτὴρ φάσκων ὅτι «Ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ 19.24.160 «εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν». τὸ οὖν «Σὺ τίς εἶ;» οἱονεὶ αἰτούντων· ἦν ἀπόκρισιν, ὅτι «Ἐγώ εἰμι ὁ χριστός» ἢ «Ἐγώ «εἰμι ὁ προφήτης» ἢ «Ἐγώ εἰμι Ἠλίας» ἢ τάχα «Ἐγώ εἰμι ἄγγελος»θεοῦ». οὐκ ἂν γὰρ μὴ ἕν τι τούτων ἢ καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους. * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * 20.t.1 ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ Κʹ. 20.1.1 Εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχό μεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν' οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, <ἵνα> τὸ εὐαγγέλιον κατὰ <τὰ> ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, [καὶ] μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σω τῆρος ἡμῶν Ἰησοῦ νοῦν. θεὸς οὖν ἡμῖν πέμψαι αὐτὸν τὸν λόγον, ἑαυτὸν ἐμφανίζοντα, ἵνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα. 20.2.n Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 20.2.2 ∆όξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς "7σπέρμα"7 φωνῆς καὶ τῆς "7τέκνον"7 τὸ «Οἶδα ὅτι σπέρμα «Ἀβραάμ ἐστε» πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ 20.2.3 «ποιεῖτε». ἵν' οὖν ταῦτα θεωρηθῇ, ἴδωμεν πρῶτον σωματικῶς "7σπέρματος"7 καὶ "7τέκνου"7 διαφοράν. καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν περικειμένην αὐτῷ ὕλην ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν, μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται· καὶ εἴ τι μέρος ἐστὶν κυρίως τέκνον τινός, ὡς πρὸς τὰ σωματικά, ἐκ σπέρματος ὑπέστη, εἰ δέ τί ἐστιν σπέρμα, οὐ πάντως 20.2.4 τέκνον γίνεται. τούτων δὲ ἡμῖν προδιαληφθέντων, εἰ μὲν σωματι κῶς ἐχρῆν νοεῖν τὸ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε», ἔδοξεν ἂν πάντως ἀκολουθεῖν τὸ καὶ τέκνα εἶναι τοῦ Ἀβραὰμ πρὸς οὓς ὁ λό γος, συγχωρουμένου ὅτι ἔτι σπέρμα ἐστὶν τὸ τέκνον, καὶ οὐ κατὰ 20.2.5 τὸ ἀκριβὲς διδομένου. ἐπεὶ δὲ ἀπὸ ἤθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἀβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγ καταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰσὶν τοῦ Ἀβραάμ, οὕτω <καὶ> κατὰ τὰ νῦν ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ πάντες ἄνθρωποι μετὰ πάντη σπερματικῶν λόγων τῶν