τὸν Ματθαῖον καὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει· Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βα στάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀναφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντας, αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἷον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δὲ ὃν αὐτὸς «ἑαυ τῷ» ὁ Ἰησοῦς. 12.25 Ἔτι δὲ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτως ἔχον· «ζῶ δὲ οὐκ έτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός»· τὸ γὰρ «ζῶ οὐκέτι ἐγὼ» φωνὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς «δικαιοσύνη» καὶ ὡς «σοφία» καὶ ὡς «ἁγιασμὸς» καὶ ὡς «εἰρήνη ἡμῶν» καὶ ὡς «δύναμις θεοῦ», πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, «ἐπὶ ξύλου» κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκον τες «τῇ ἁμαρτίᾳ» μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν· διὸ ἐροῦσι τὸ «Χριστῷ συνεσταύρωμαι» καὶ τὸ «ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου <ἡμῶν Ἰησοῦ Χρι στοῦ>, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ». τάχα γὰρ καὶ ἕκαστος τῶν συσταυ ρουμένων Χριστῷ ἀπεκδύεται «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ δειγ ματίζει αὐτὰς καὶ θριαμβεύει ἐν τῷ ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ. 12.26 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν. Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ ἀπ' αὐτῆς καθ' ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰό μενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ <τούτου> τοῦ θανά του ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐ τήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωῆς μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπὲρ εὐσεβείας τῷ κοινότερον ὀνομαζο μένῳ θανάτῳ, οὗτος, ὡς δι' ἐμὲ ἀπο λέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***. καὶ καθ' ἕτερον δὲ τρόπον οὕτως ἂν ἐκδε χοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τί ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κο μίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποταξάμενος τούτῳ τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κό σμῳ τὴν ψυχὴν ἑαυτοῦ· ἐμοῦ γὰρ ἕνεκεν καὶ πάσης μου τῆς δι δασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν σωτηρίαν. 12.27 Ἅμα δὲ καὶ τήρει ὅτι ἐν μὲν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ εἴρηται, ἑξῆς δὲ τὸ ὃς ἂν ἀπολέσῃ αὐτήν. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπο λέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ «ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ὁ κόσμος» ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς «τῷ κόσμῳ», ἵνα κομι σώμεθα «τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν» ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ' εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερό μενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ' αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοί μιον ἐσομένη τῆς μακαρίας σω τηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρ νεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτά νουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδὲν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ' (οἶμαι) τὸν κόσμον, ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυ χήν, πολλῷ μᾶλλόν ἐστιν αἱρετώ τερον ζημιωθῆναι μὲν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ