ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἐψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο. 4.9 Ὅτι οἱ ἀμφὶ Βασίλειον ταῦτα διαπραξάμενοι πάντα, πανταχοῦ φοιτῶντες, τὸ ὁμοούσιον συνεκρότουν· καὶ πολλῶν πειθομένων καὶ τὸν Κωνσταντινουπόλεως Μακεδόνιον, καίτοι τοῖς περὶ Εὐνόμιον προαποκεκλιμένον, εἰς τὴν ἑαυτῶν ὅμως ἐπεσπάσαντο δόξαν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους τῶν ἐπισκόπων, τοὺς μὲν ὑπάγοντες λόγοις, τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν. 4.10 Ὅτι Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Νάρκισσον τὸν Εἰρηνουπόλεως καὶ ἑτέρους σὺν αὐτοῖς, ἐν Σιγγηδόνι τῆς Μυσίας παραγενομένους, τὸν Κωνστάντιόν φησιν ἀναδιδάξαι τὰ παρὰ τοῦ Βασιλείου δεδραματουργημένα· καὶ τὸν καταπλαγέντα καὶ ὑπεραλγήσαντα τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέσθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ ∆ύσεως συναλίζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ' ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλλειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ, τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾧ συνεδρίαζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο, ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπογραφαῖς ἰδίαις κατησφαλίσαντο. 4.11 Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ' ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ' οὐσίαν ὅμοιον, τοὺς δ' ἀντιφερομένους καθαιροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ' ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, πανταχοῦ τὸν τόμον διαπέμπουσιν. 4.12 Ὁ δὲ βασιλεὺς ταῦτα μαθὼν προσέταξεν ἅπαντας εἰς τὴν Κωνσταντινούπολιν ἀπαντᾶν, καὶ δὴ συναθροίζονται ἔκ τε τῶν Ἑσπερίων καὶ τῆς Ἑῴας καὶ Λιβύης μικροῦ σύμπαντες. προειστήκεισαν δὲ τῶν μὲν κατ' οὐσίαν ὅμοιον πρεσβευόντων Βασίλειός τε καὶ Εὐστάθιος· οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λέγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτεραγωνιστῶν χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ' ᾧ τοὺς περὶ Βασίλειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱεροσολύμων ὑπ' αὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὗ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὗτος ἦν μόνος ὁ διατιθέμενος. Εἰς ἅμιλλαν οὖν δογμάτων ἑκατέρας μοίρας