ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράστασις τῆς ἀνθρωπίνης φύσεως, τὸ δὲ σῷσόν με ἐκ τῆς ὥρας ταύτης διδασκαλία ἡμετέρα τὸ δεῖν ἐν τοῖς πειρασμοῖς προσεύχεσθαι καὶ τὸ μὴ ἐπιρρίπτειν τούτοις προπετῶς ἑαυτόν· εἰ γὰρ σωθῆναι ἀπὸ τούτων δεῖ προσεύχεσθαι, πῶς ἐπιρρίπτειν οὐκ ἀποτρόπαιον; τὸ δὲ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ὅτι οὐ δεῖ ἐμπεσόντα παντὶ τρόπῳ τὴν ἀπαλλαγὴν ζητεῖν καὶ καταπίπτειν ἐν τούτοις καὶ ἀδημονεῖν· ὥσπερ γὰρ τὸ ἐπιρρίπτειν ἐπισφαλὲς καὶ θρασύ, οὕτως ἐμπεσόντα μὴ καρτερεῖν ἀνάνδρων καὶ μικροψύχων καὶ οὐδενὸς ἀξίων λόγου. 75 Jo 12, 31 Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, τοῦτ' ἔστι νῦν κρίνεται καὶ διαδικάζεται ὁ κόσμος οὗτος. καὶ πρὸς τίνα δὲ κρίνεται; πρὸς τὸν ἄρχοντα αὐτοῦ. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου; ὁ διάβολος ὁ ἄρξας καὶ κυριεύσας αὐτοῦ ἐκ τῆς παραβάσεως καὶ τῶν ἐκεῖθεν αὐτοῖς πεπραγμένων θελημάτων αὐτοῦ. κρίσις μέν ἐστι τοῦ κόσμου καὶ πρὸς τὸν διάβολον. νικᾷ δὲ ὁ κόσμος καὶ ἡττᾶται ὁ ἄρχων αὐτοῦ. πῶς ἡττᾶται; ἐκβάλλεται τῆς ἐξουσίας αὐτοῦ καὶ τῆς ἀρχῆς. καὶ τίνα τρόπον καὶ διὰ τί; ὅτι λαβὼν ὑπεύθυνον τὸν Ἀδὰμ καὶ τοὺς ἐξ αὐτοῦ συνεξημαρτηκότας αὐτῷ καὶ διὰ τῆς ἁμαρτίας τῷ θανάτῳ παραπέμπων ἐτόλμησεν καὶ κατὰ τοῦ ἀνευθύνου καὶ ἀναμαρτήτου ἐμοῦ τὴν ὁμοίαν ἐπιδείξασθαι ἐξουσίαν καὶ προσέβαλλεν μὲν πρότερον πειρασμοῖς ἄρτους καὶ βασιλείας κόσμου καὶ ἄλλα ἁπτὰ προσάγων. ἐκεῖθεν δὲ ἀποκρουσθεὶς οὐ συνῆκεν οὐδ' ἡσύχασεν, ἀλλ' ἔτι ἀναισχυντεῖ καὶ ὡς ὑπεύθυνον καὶ ἡττημένον ὁ ἡττηθεὶς λαβὼν καὶ φθόνον ἐγείρει καὶ θάνατον κατὰ τοῦ νενικηκότος ἐμοῦ. ἐπεὶ οὖν εἰς τοῦτο ἀναισχυντίας καὶ τόλμης καὶ ἀδικίας προέβη, δικαίως ἀποστερεῖται καὶ ὧν ἐκυρίευσεν πρότερον· τῶν γὰρ ἄλλων ἦρχεν, ὅτι ὑπετάγησαν αὐτῷ. πῶς καὶ τὸν νενικηκότα ἐτόλμησεν ὑποχείριον ἐγχειρῆσαι ποιεῖν; καλῶς οὖν ὁ δεσπότης φησίν· νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου καὶ νῦν ὁ ἄρχων αὐτοῦ ἐκβληθήσεται ἔξω. ἐν ἄλλοις δὲ τὴν αἰτίαν τῆς ἐκβολῆς αὐτοῦ λέγων φησίν· καὶ εὑρήσει ἐν ἐμοὶ οὐδέν. 77 Jo 13, 1 Εἰς τέλος ἠγάπησεν αὐτοὺς ἀντὶ τοῦ τελείως. τὸ δὲ ἠγάπησεν τοῦτ' ἔστιν ἐπεδείξατο ἣν εἰς αὐτοὺς διάθεσιν καὶ ἀγάπην εἶχεν· τελειοτάτης γὰρ ὡς ἀληθῶς ἀγαπήσεως ἀπόδειξίς τε καὶ παράστασις τὸ νίψαι τὸν διδάσκαλον καὶ δεσπότην τῶν μαθητῶν καὶ δούλων τοὺς πόδας. 78 Jo 13, 1-3 ∆ιὰ τί εἶπεν ὁ εὐαγγελιστής, ὅτι εἰδὼς ὁ ἸηΣοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα; ἵνα δείξῃ, ὅτι ἑκὼν καὶ εἰδὼς ἐπὶ τὸ πάθος ἔρχεται. λέγει δέ, ὅτι τοῦτο εἰδώς, ὅτι ἐνέστηκεν ἤδη, ἠθέλησεν ἀποκαλύψαι τὴν διάθεσιν καὶ τὴν ἀγάπησιν, ἣν περὶ τοὺς μαθητὰς εἶχεν. διὰ τί δὲ εἰπὼν τοῦτο πρὶν ἢ ἐμβαλεῖν <ὕδωρ> εἰς τὸ νίψαι; πάλιν ὥσπερ ἐπαναλαμβάνων λέγει εἰδώς, ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, διότι μεταξὺ εἰρηκὼς ἦν τὴν τοῦ προδότου τόλμαν καὶ προδοσίαν. ἵνα οὖν μὴ τοῦτο ἀκούσας εἴπῃ τις· τί οὖν, πῶς οὐκ ἐρύσατο αὐτὸν ὁ πατὴρ ἐκ τῆς τοῦ Ἰούδα πονηρίας καὶ κακουργίας, εἰ ὅλως ἦν ἐκ τοῦ θεοῦ, εἰ ἐκεῖθεν ἦλθεν; ἵνα οὖν μὴ ᾖ ταῦτα λογισμοῖς τινων ἐνοχλοῦντά φησιν ὁ εὐαγγελιστὴς εἰδώς, ὅτι πάντα δέδωκεν αὐτῷ, τοῦτ' ἔστιν τί λέγων τι διαλογίζῃ, ἄνθρωπε, τὰ ταπεινὰ καὶ ἀνάξια τῆς δεσποτικῆς αὐθεντίας; πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἐδεδώκει ὁ πατήρ, τοῦτ' ἔστιν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πρόχειρον καὶ ἕτοιμον ἦν καὶ τὸ ῥυσθῆναι αὐτὸν καὶ τὸ ἄρδην, εἰ βούλοιτο, πάντας ἀφανίσαι καὶ αὐτὴν τὴν γῆν ἐκ βάθρων ἀνατρέψαι, ἀλλ' ὅμως καὶ τούτων καὶ τῶν ἄλλων πάντων πρόχειρον ἔχων τὴν ἐξουσίαν διὰ ταπεινώσεως καὶ εὐεργεσίας καὶ τὴν τοῦ Ἰούδα πώρωσιν ἠθέλησεν μαλάξαι καὶ τὴν εἰς τοὺς ἄλλους μαθητὰς ἀγάπην ἐνδεῖξαι. 79 Jo 13, 27 Εἰ καὶ μὴ τῆς δεσποτικῆς φωνῆς ἤκουσαν δηλούσης τὸν προδότην, ἀλλ' οὖν πῶς γε οὐκ ἐστοχάσαντο διὰ τοῦ μόνῳ ἐκείνῳ ἐπιδοῦναι τὸ ψωμίον παρὰ τὸ ἔθος αὐτοῖς πρᾶγμα ἐπ' αὐτὸν ὁρῶντες γινόμενον; πῶς οὐκ ἐστοχάσαντο ἀπὸ τῆς ὑπερβολῆς τοῦ τολμήματος; εἰ γὰρ καὶ ἤκουον τοῦ δεσπότου· εἷς ἐξ ὑμῶν παραδώσει με, ἀλλ' οὖν