περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸν ἐπαγγειλάμενον καὶ παρέξοντα πάντως κύριον ἡμῶν καὶ θεόν· οὐ γὰρ μόνον ἀπὸ τῆς ὀργῆς σώσει ἡμᾶς, ἀλλὰ καὶ τῆς οὐρανίου δόξης ἀξιώσει. Rο+m5,12 Σωθησόμεθα, φησί, πάντες ὑπὸ τοῦ θεοῦ, ἐάν περ αὐτοὶ μόνον θέλωμεν, καὶ εἴρηνται μὲν μικρῷ πρόσθεν αἱ ἀποδείξεις· ἀλλὰ καὶ διὰ τοῦτο, φησί, σωθησόμεθα. διὰ ποῖον; ὅτι καὶ δυνατὸν τοῦτο καὶ εὔλογον καὶ ἀκόλουθον. πόθεν τοῦτο δῆλον; ἐκ τοῦ ἐναντίου, φησίν· καὶ γὰρ δι' ἑνὸς ἀνθρώπου καὶ ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ αὐτὸς ὁ θάνατος. εἰ οὖν δι' ἑνὸς ἀνθρώπου ταῦτα γέγονεν ἡμῖν τὰ χαλεπά, δυνατὸν καὶ ἀκόλουθον δι' ἑνὸς ἀνθρώπου, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ παρεισαχθέντα ἀναιρεθῆναι 496 χαλεπὰ καὶ τὰ ἀμείνω δωρηθῆναι ἡμῖν. αὐτὸς δὲ τὰ τοῦ Ἀδὰμ παραθείς, κατέλιπεν ἅπερ ἔπραξεν ὁ Χριστός, διδοὺς τοῦτο ἐκ τοῦ ἐναντίου ἐννοεῖν, καὶ ἅμα προειρηκὼς αὐτά, καὶ δυνατὸν κἀνταῦθα ἐκεῖνα συνεπινοεῖν. διὸ μόνον τὴν παραβολὴν προτάξας ὡς ἐφελκυστικὸν ἐκείνου τοῦ νοήματος· ἀπαιτεῖ γὰρ πάντως τὸ εἰπεῖν· ὥσπερ τόδε καὶ τὸ ἀκόλουθον, οὕτως καὶ τόδε. ἀλλ' ὡς ἔφημεν, διὰ τῆς παραβολῆς τὸ ἀκόλουθον ἐνδειξάμενος ῥητῶς οὐ παρέθετο, ἀλλ' αὐτοὺς ἡμᾶς συνεπινοεῖν προετρέψατο. Ἐφ' ᾧ πάντες ἥμαρτον. ἐφ' ᾧ· ἐπὶ τούτῳ, φησίν, συναποθνήσκομεν τῷ Ἀδάμ, ἐφ' ᾧ καὶ συναμαρτάνομεν. καὶ τὴν μὲν ἀρχὴν ἐκεῖνος παρέσχεν, ἡμεῖς δ' ἐκεῖθεν τὴν ἀφορμὴν λαβόντες οὐκ ἐκωλύσαμεν τὸ κακόν, ἀλλὰ καὶ συνηργήσαμεν καὶ ἐπὶ μέγα χωρῆσαι παρεσκευάσαμεν. Rο+m5,13-14a Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ. εἰπὼν ἐφ' ᾧ πάντες ἥμαρτον, ἵνα μή τις εἴπῃ· καὶ πῶς ἦν ἁμαρτεῖν νόμου μὴ ὄντος; αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· παραβάσεως δὲ μὴ οὔσης, οὐδὲ ἁμαρτία δηλονότι. πῶς οὖν διῆλθεν ὁ θάνατος εἰς πάντας, ἐφ' ᾧ πάντες ἥμαρτον; ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο, προλαβὼν λύει τὴν ἀπορίαν, καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου· ἐπράττετο γάρ, καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι. ἦν οὖν ἡ ἁμαρτία, ἀλλ' οὐχ οὕτω πᾶσιν ἐλογίζετο, οὐδ' εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο. τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας, καὶ διὰ τῆς ποινηλασίας ἐκδηλότερον αὐτὰς καταστήσαντος, καὶ τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐμφανίσαντος, μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι, καὶ συνετῷ καὶ ἀσυνέτῳ, καὶ νέῳ καὶ πρεσβύτῃ, καὶ γυναικὶ καὶ ἀνδρί. διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία, ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία, καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἀκριβῶς ἐγινώσκετο, καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία. ἐπεὶ ὅτι ἦν ἡ ἁμαρτία, καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενόντων αὐτῶν καὶ ἀνιάτως ἐχόντων, αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο, μαρτυρεῖ σαφῶς τά τε Σοδομιτῶν πάθη, καὶ πρό γε τούτου τὸ κοινὸν ναυάγιον ὁ κατακλυσμός, καὶ τοιαῦτα ἕτερα. ἦν οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο, ἀλλ' οὐχ οὕτως ὡς μετὰ τὸν νόμον· ὥστε ἄμφω καλῶς ἔχει, καὶ τὸ διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ 497 θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον, καὶ τὸ οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον· ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ καὶ ἑξῆς. Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος, τοῦτ' ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτῷ ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη. ἀπὸ Ἀδάμ, φησί, τοῦ κατὰ παράβασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος· ἀπὸ Ἀδὰμ οὖν ὁ θάνατος ἐβασίλευσεν, τοῦτ' ἔστι κατ' ἐξουσίαν πολλὴν ἐκράτησεν, καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρτήσαντας. μέχρι τίνος; μέχρι Μωϋσέως· οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωϋσέως ἥμαρτον μέν, ἀλλ' οὐχὶ ἐπὶ ὁμοιώματι τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐντολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν, οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς φύσεως λόγον ἐνυβρίζοντες, οὐ