πάσχει προτέρου)· καὶ τοῦ δευτέρου πάλιν ἐνεργοῦντος κἀκεῖνο συνεργεῖ, διότι πᾶν, ὅπερ ἂν ποιῇ τὸ δεύτερον, συναπογεννᾷ τούτῳ καὶ τὸ αἰτιώτερον· καὶ ἀπολιπόντος ἐκείνου τοῦτο ἔτι πάρεστιν (ἡ γὰρ τοῦ δυνατωτέρου μετάδοσις, δρῶσα μειζόνως, ὑστέρα τὸ μετα σχὸν ἀπολείπει· καὶ γὰρ διὰ τῆς τοῦ δευτέρου μεταδόσεως τὴν ἑαυτῆς ἔλλαμψιν ἐδυνάμωσεν). 71 Πάντα τὰ ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις ὁλικωτέραν καὶ ὑπερτέραν τάξιν ἔχοντα ἐν τοῖς ἀποτελέσμασι κατὰ τὰς ἀπ' αὐτῶν ἐλλάμψεις ὑποκείμενά πως γίνεται ταῖς τῶν μερικωτέρων μεταδόσεσι· καὶ αἱ μὲν ἀπὸ τῶν ἀνωτέρων ἐλλάμψεις ὑπο δέχονται τὰς ἐκ τῶν δευτέρων προόδους, ἐκεῖναι δὲ ἐπὶ τούτων ἑδράζονται· καὶ οὕτω προηγοῦνται μεθέξεις ἄλλαι ἄλλων, καὶ ἐμφάσεις ἄλλαι ἐπ' ἄλλαις ἄνωθεν εἰς τὸ αὐτὸ φοιτῶσιν ὑπο κείμενον, τῶν ὁλικωτέρων προενεργούντων, τῶν δὲ μερικωτέρων ἐπὶ ταῖς ἐκείνων ἐνεργείαις τὰς ἑαυτῶν μεταδόσεις χορηγούντων τοῖς μετέχουσιν. εἰ γὰρ τὰ αἰτιώτερα πρὸ τῶν δευτέρων ἐνεργεῖ, διὰ περιου σίαν δυνάμεως καὶ τοῖς ἀτελεστέραν ἔχουσι τὴν ἐπιτηδειότητα παρόντα καὶ ἐλλάμποντα κἀκείνοις, τὰ δὲ ὑφειμένα κατὰ τὴν τάξιν δεύτερα χορηγεῖ τὰ ἀπ' αὐτῶν, δῆλον ὡς αἱ τῶν ὑπερ τέρων ἐλλάμψεις, προκαταλαμβάνουσαι τὸ μετέχον ἀμφοτέρων, ἐπερείδουσι τὰς τῶν ὑφειμένων μεταδόσεις· αἱ δὲ ταῖς ἀπ' ἐκείνων ἐμφάσεσιν ὑποβάθραις χρῶνται, καὶ δρῶσιν εἰς τὸ μετέχον, προειργασμένον ὑπ' ἐκείνων. 72 Πάντα τὰ ἐν τοῖς μετέχουσιν ὑποκειμένων ἔχοντα λόγον ἐκ τελειοτέρων πρόεισι καὶ ὁλικωτέρων αἰτίων. τὰ γὰρ πλειόνων αἴτια δυνατώτερά ἐστι καὶ ὁλικώτερα καὶ ἐγγυτέρω τοῦ ἑνὸς ἢ τὰ τῶν ἐλαττόνων. τὰ δὲ τῶν προϋπο κειμένων ἄλλοις ὑποστατικὰ πλειόνων αἴτιά ἐστιν, ὑφιστάντα καὶ τὰς ἐπιτηδειότητας πρὸς τῆς τῶν εἰδῶν παρουσίας. ὁλικώτερα ἄρα ταῦτα καὶ τελειότερά ἐστιν ἐν τοῖς αἰτίοις. ἐκ δὴ τούτων φανερὸν διότι ἡ μὲν ὕλη, ἐκ τοῦ ἑνὸς ὑποστᾶσα, καθ' αὑτὴν εἴδους ἐστὶν ἄμοιρος· τὸ δὲ σῶμα καθ' αὑτό, εἰ καὶ τοῦ ὄντος μετέσχε, ψυχῆς ἀμέτοχόν ἐστιν. ἡ μὲν γὰρ ὕλη, ὑποκείμενον οὖσα πάντων, ἐκ τοῦ πάντων αἰτίου προῆλθε· τὸ δὲ σῶμα, ὑποκείμενον ὂν τῆς ψυχώσεως, ἐκ τοῦ ὁλικωτέρου τῆς ψυχῆς ὑφέστηκε, τοῦ ὄντος ὁπωσοῦν μετασχόν. 73 Πᾶν μὲν ὅλον ἅμα ὄν τί ἐστι, καὶ μετέχει τοῦ ὄντος· οὐ πᾶν δὲ ὂν ὅλον τυγχάνει ὄν. ἢ γὰρ ταὐτόν ἐστιν ὂν καὶ ὅλον, ἢ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον. ἀλλ' εἰ καὶ τὸ μέρος, ᾗ μέρος, ὂν μέν ἐστιν (ἐκ γὰρ μερῶν ὄντων ἐστὶ τὸ ὅλον), οὐ μέντοι καὶ ὅλον καθ' αὑτό, οὐκ ἄρα ταὐτόν ἐστιν ὂν καὶ ὅλον. εἴη γὰρ ἂν τὸ μέρος οὐκ ὄν· εἰ δὲ τὸ μέρος οὐκ ὄν, οὐδὲ τὸ ὅλον ἔστι. πᾶν γὰρ ὅλον μερῶν ἐστιν ὅλον, ἢ ὡς πρὸ αὐτῶν ὂν ἢ ὡς ἐν αὐτοῖς· μὴ ὄντος οὖν τοῦ μέρους, οὐδὲ τὸ ὅλον εἶναι δυνατόν. εἰ δὲ τὸ ὅλον πρὸ τοῦ ὄντος, ἔσται πᾶν ὂν ὅλον εὐθύς· οὐκ ἄρα ἔσται πάλιν τὸ μέρος μέρος. ἀλλὰ ἀδύνατον· εἰ γὰρ τὸ ὅλον ἐστὶν ὅλον, μέρους ὂν ὅλον, καὶ τὸ μέρος ἔσται μέρος, ὅλου μέρος ὄν. λείπεται ἄρα πᾶν μὲν εἶναι τὸ ὅλον ὄν, οὐ πᾶν δὲ τὸ ὂν ὅλον. ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ πρώτως ὂν ἐπέκεινα τῆς ὁλό τητός ἐστιν, εἴπερ τὸ μὲν πλείοσι πάρεστι, τὸ ὄν (καὶ γὰρ τοῖς μέρεσιν, ᾗ μέρη, τὸ εἶναι ὑπάρχει), τὸ δὲ ἐλάττοσι. τὸ γὰρ πλειόνων αἴτιον κρεῖττον, τὸ δὲ ἐλαττόνων καταδεέστερον, ὡς δέδεικται. 74 Πᾶν μὲν εἶδος ὅλον τί ἐστιν (ἐκ γὰρ πλειόνων ὑφέστηκεν, ὧν ἕκαστον συμπληροῖ τὸ εἶδος)· οὐ πᾶν δὲ ὅλον εἶδος. καὶ γὰρ τὸ τὶ καὶ ἄτομον ὅλον μέν ἐστιν, ᾗ ἄτομον, εἶδος δὲ οὐκ ἔστι. πᾶν γὰρ ὅλον ἐστὶ τὸ ἐκ μερῶν ὑφεστός, εἶδος δὲ τὸ εἰς πλείω τὰ καθέκαστα ἤδη τεμνόμενον. ἄλλο ἄρα τὸ ὅλον καὶ ἄλλο τὸ εἶδος· καὶ τὸ μὲν ὑπάρχει πλείοσι, τὸ δὲ ἐλάττοσιν. ὑπὲρ τὰ εἴδη ἄρα τῶν ὄντων ἐστὶ τὸ ὅλον. ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ ὅλον μέσην ἔχει τάξιν τοῦ τε ὄντος καὶ τῶν εἰδῶν. ᾧ ἕπεται τὸ καὶ πρὸ τῶν εἰδῶν ὑφεστάναι τὸ ὄν, καὶ τὰ εἴδη ὄντα εἶναι, μὴ μέντοι πᾶν ὂν εἶδος. ὅθεν καὶ ἐν τοῖς ἀποτελέσμασιν αἱ στερήσεις ὄντα μέν πώς εἰσιν, εἴδη δὲ οὔκ εἰσι, διὰ τὴν ἑνιαίαν τοῦ ὄντος δύναμιν καὶ αὐταὶ τοῦ εἶναι καταδεξάμεναί τινα ἀμυδρὰν ἔμφασιν. 75 Πᾶν τὸ κυρίως αἴτιον λεγόμενον ἐξῄρηται τοῦ ἀποτελέσ ματος. ἐν αὐτῷ γὰρ ὄν, ἢ συμπληρωτικὸν αὐτοῦ