Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα 56.578 μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν. Ἀπὸ ποδῶν ἕως κεφαλῆς τὸ τραῦμα τὸ σωτήριον. τὸ ἕλκος τὸ ἐπινίκιον, ἕλκος κατὰ μὲν τὸ φαινόμενον ἰχῶρας ῥέον, κατὰ δὲ τὸ νοούμενον εὐφημίας γέμον. Οἱ ἰχῶρες τοῦ ἕλκους ἐν ὀλίγοις χρόνοις ἐγένοντο, αἱ δὲ εὐφημίαι, ἃς ἀπέτεκεν ἡ ἄθλησις, εἰς πάντα τὸν αἰῶνα οὐκ ἀναλίσκονται. Ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἵνα ὅλος δι' ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον, ὡς λελωβημένον (οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ Ἰὼβ, εἰ μὴ λώβησις), ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀλλότριος· ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ κοπρίας· ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμικὸν ἔχων τὸν ἀγῶνα, ἀλλ' ὑπερβαίνοντα τὴν παροῦσαν κατάστασιν. Τὸ γὰρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους, εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο ὁ Παῦλος λέγει· Ὧν δὲ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὰ τοῦτο καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Χριστὸς ἔξω τῆς πύλης· Ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ κοπρίας· ὁ τῆς εὐσεβείας σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ τῶν θλίψεων κοπριζόμενος, ἐκάθισεν ἐπὶ κοπρίας, ἀναμένων τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα. Ἔβλεπεν, ἀδελφοὶ, τὸ σῶμα διαῤῥέον, τὴν δὲ ψυχὴν ἐστηριγμένην· ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυχὴν εὐσέβειαν ἀποτίκτουσαν· ἔβλεπε τὸ γήϊνον σκεῦος φθειρόμενον, καὶ ἐμέμνητο πρὸ τοῦ Παύλου τῶν τοῦ Παύλου ῥημάτων· ἔπρεπε γὰρ αὐτῷ λέγειν· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ' ἡμέραν. Ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύων. Ἔπρεπε καὶ αὐτῷ λέγειν κατέχοντι τὸ ὄστρακον· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει. Ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· τῷ νεκρῷ πηλῷ τὸν ζῶντα πηλὸν ἔξεεν. Ἦλθον οἱ τρεῖς φίλοι· καλοῦσι γὰρ αἱ συμφοραὶ τοὺς φίλους εἰς παραμυθίαν· ἦλθεν Ἐλιφὰζ, Σοφὰρ, καὶ Βαλδὰδ, τρεῖς βασιλεῖς πρὸς ἕνα βασιλέα. Βασιλεὺς γὰρ ἦν πρὸ τούτου ὁ λέγων· Ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. Καὶ ἐκάθισαν, φησὶν, ἐναντίον τοῦ Ἰὼβ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς ἐλάλησεν. Αἱ μὲν γὰρ μέτριαι συμφοραὶ δέχονται παραμυθίαν· τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. Ἔστι γὰρ, ἀδελφοὶ, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· καὶ ὥσπερ τὰ νοσήματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. Ἐσιώπησαν, τῇ σιωπῇ κοινωνοῦντες τῷ πάθει. Καὶ τί ποιεῖ; Ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμφορὰ, καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, πρῶτος ἄρχεται τῶν λόγων. Ἰώβ· ἀνοίγει θύραν τοῖς μὴ πάσχουσιν ὁ πάσχων. Ἴσμεν γὰρ, ἀδελφοὶ, ὅτι ἐν ταῖς συμφοραῖς, ἢ ἐν τοῖς πένθεσιν, ἢ ἐν ἄλλῳ τινὶ κατηφείας πράγματι, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνὴν, ἵνα μὴ δόξῃ ἄκαιρός τις εἶναι ἀρετῆς ἢ γνώμης εἰσηγητής· ἐὰν δὲ ἴδῃ ἄλλον ἀρξάμενον, ἀκολουθεῖ ἀκινδύνως. Τοῦτο, ἀδελφοὶ, καὶ ἡ πεῖρα διδάσκει, καὶ τὰ πράγματα ὑποτίθεται. Ὡς οὖν εἶδεν ἀποκλεῖσαν τὸ πάθος τὴν παραμυθίαν τῶν φίλων, ἀνοίγει θύραν ὁ πάσχων, καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συμφορὰν, πανταχοῦ βλασφημίας φεύγων τὴν ὑπόνοιαν· Πρώτη φωνὴ τοῦ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Οὐκ ἀσεβῶν ταῦτα λέγει, ἀλλὰ πάσχων. Καὶ βλέπε τί ποιεῖ· Ὥσπερ ἐπειδάν τις δεινῷ ἀποστήματι περιεχόμενος τέμνηται σιδήρῳ παρὰ τοῦ ἰατροῦ, οὐκ ἔχων πῶς ἀντιστῇ τῷ τέμνοντι, τῶν περιεστώτων ἅπτεται, καὶ δάκνει τοὺς παρεστῶτας, ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰατρὸν ἐκτεῖναι τὴν χεῖρα οὐκ ἰσχύων· οὕτω καὶ ὁ Ἰὼβ φοβούμενος τῆς βλασφημίας