16
διαφέρουσιν, ὦ φιλότης, ἀλλήλοιν ἀλήθεια καὶ στοχα 2.22 σμὸς ἀληθείας· ὁ μὲν γὰρ στοχασμὸς καὶ διαμαρτίας ἔχει πολλάς, ἡ δὲ ἀλήθεια ἐκπαιδεύειν οὐδὲν ἐναντίον ἀνέχεται. Τοιγαροῦν ἄλλως τις ἀληθείας πέρι τεκμαιρόμενος λέγει, καὶ ἄλλως αὐτὴ ἑαυτὴν ἑρμηνεύει· ἐπεὶ καὶ Ἀναξαγόρας ὁ Ἡγησιβούλου ὁ Κλαζομένιος, τῶν πρὸ αὐτοῦ γεγενημένων φιλοσόφων οὐδὲν περαι τέρω τῶν ὁρωμένων νενοηκότων, πρῶτος νοῦν ἔφησεν ἐφεστάναι τῷ κόσμῳ, καὶ τοῦτον εἰς τάξιν ἐκ τῆς ἀταξίας ἀγαγεῖν τὰ στοι χεῖα· καὶ Πυθαγόρας δὲ ὁ Μνησάρχου ἀρχὴν τῶν πάντων ἔφησε τὴν μονάδα· κατὰ δὲ τὸν αὐτὸν χρόνον ἐγενέσθην Ἀναξαγόρας 2.23 καὶ Πυθαγόρας. Ἀλλὰ τὴν Πυθαγόρου μὲν διατριβὴν ἡ γαμετὴ Θεανὼ διεδέξατο καὶ Τηλαύγης καὶ Μνήσαρχος οἱ τούτου παῖ δες, Τηλαύγους δὲ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος ἐγένετο φοιτητής, τοῦ δ' Ἀναξαγόρου Ἀρχέλαος, Ἀρχελάου δὲ Σωκράτηςὁ Ἀθηναῖος· καὶ Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ξυνεγε 2.24 νέσθην καὶ τὴν περὶ τοῦ ὄντος ἠρανισάσθην γνῶσιν. Χρόνῳ δὲ ὕστερον καὶ ὁ Πλάτων τήνδε τὴν ἀποδημίαν ἐστείλατο· καὶ τοῦτο λέγει μὲν ἐν τοῖς Παραλλήλοις ὁ Πλούταρχος, λέγει δὲ καὶ Ξενοφῶν ὁ Γρύλλου, ἐν οἷς πρὸς τὸν Σωκρατικὸν Αἰσχίνην ἐπέστειλε· γράφει δὲ ὧδε· "Αἰγύπτου γὰρ ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς 2.25 Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα." Τοιαῦτα περὶ τοῦ Πλά τωνος ὁ Ξενοφῶν ἔγραψεν, ὅτι τῆς Σωκράτους διδασκαλίας ὑπερ ιδών, τὴν τερατώδη Πυθαγόρου σοφίαν ἐζήλωσε καὶ ∆ιονυσίῳ τῷ Σικελίας τυράννῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς· ἔφη 2.26 δὲ αὐτὸν καὶ τῆς Αἰγυπτίων ἐρασθῆναι σοφίας. Οὐκοῦν καὶ Πυ θαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων αἰνίγματά τινα περὶ τοῦ ὄντος παρ' Αἰγυπτίων καὶ Ἑβραίων ξυνέλεξαν· τί δήποτ' οὖν τούτοις μὲν οὐκ ἀκριβῶς τὰ θεῖα μεμαθηκόσι πιστεύετε, παρ' 2.27 ὧν δὲ οὗτοι ταῦτά γε ἔμαθον, μαθεῖν οὐκ ἐθέλετε; Ὅτι γὰρ οἱ πρὸ τούτων γενόμενοι ποιηταὶ καὶ φιλόσοφοι πλέον τῶν ὁρωμέ νων οὐδὲν ὑπέλαβον εἶναι, ὁ Πλάτων ἐν τῷ Κρατύλῳ δεδήλω κεν· "Φαίνονται γάρ μοι" φησίν "οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι." 2.28 Καὶ Ὅμηρος δὲ καὶ Ἡσίοδος παντάπασι τὸν τοῦ παντὸς ἠγνόησαν ποιητήν· Ἡσίοδος μὲν γὰρ ἐκ τοῦ Χάους ἔφησεν Ὠκεανὸν καὶ Τηθὺν γεγενῆσθαι, ἐκ δὲ Ὠκεανοῦ καὶ Τηθύος τὸν Οὐρα νὸν καὶ τὴν Γῆν, ἐκ δὲ τούτοιν Κρόνον τε καὶ Ῥέαν καὶ τούτων τοὺς ἀδελφούς, ἐκ δὲ Κρόνου καὶ Ῥέας τὸν ∆ία καὶ τὴν Ἥραν 2.29 καὶ Ποσειδῶνα καὶ Πλούτωνα. Ὁ δὲ Ὅμηρος τὸν Ὠκεανόνφησι "θεῶν γένεσιν καὶ μητέρα Τηθύν·" καὶ ὃν θεῶν καὶ ἀνδρῶν ὀνομάζει πατέρα, ὡς ἐκ Κρόνου γεγενημένον, Κρονίδην ἀποκα λεῖ. Πολλῷ οὖν ἄρα καὶ οὗτοι δεδουλεύκασι πλάνῳ. Ἀλλ' ὅμως καὶ τοῦτο εὖ μάλα ὁ Πλάτων εἰδώς, πιστεύειν αὐτοῖς που παρ εγγυᾷ τὰ τοιαῦτα μυθολογοῦσι, καὶ ἄνευ εἰκότων καὶ ἀληθῶν 2.30 ἀποδείξεων λέγουσιν. Καὶ ἀλλαχοῦ δὲ ὁ Πλάτων φησίν· "Κοῦ φον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς καὶ οὐχ οἷός τε ποιεῖν, πρὶν ἂν ἔνθεος καὶ ἔκφρων γένηται." Ὁ δὲ Ὀδρύσης Ὀρφεύς,καὶ αὐτὸς εἰς Αἴγυπτον ἀφικόμενος, τὰ περὶ τοῦ ὄντος οὕτω πως μεμάθηκε καὶ βοᾷ· Εἷς ἔστ' αὐτοτελής, αὐτοῦ δ' ὑπὸ πάντα τελεῖται· ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται· πᾶσι γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφύκασιν. 2.31 Καὶ πάλιν· Αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ ἐνὶ θρόνῳ, γαίη δ' ὑπὸ ποσσὶ βέβηκε· χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ· οὐδὲ φέρειν δύναται κρατερὸν μένος· ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ