1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

16

Εὔᾳ, καὶ ζωῆς καὶ φωτός· τὴν δὲ Εὔαν τῆς θη ριωδίας τὸν Ἀδὰμ ἀπαλλάξαι, εἶθ' ὕστερον τοῦ φωτὸς γυμνωθῆναι· τὸν δὲ Σακλᾶν πρῶτον αὐτῇ μιγέντα, θηριόμορφον ἐξ αὐτῆς ἐσχηκέναι παιδίον. Εἶτα καὶ ταύτῃ πάλιν κεκοινωνηκέναι αὐτὸν λέγουσι. Ἀλλὰ γὰρ ἴσως κἀμοὶ ἐπιμέμψαιτ' ἄν τις εἰκότως, ταῦτα συγγράφειν ἀνεχομένῳ. Οὗ δὴ χάριν, τοὺς ἄλλους μύθους καὶ λήρους καταλιπὼν, συντόμως ἐρῶ τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Οὗτοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὀνομάζουσι, ποτὲ μὲν αὐτὸν ἀποκαλοῦντες Χριστὸν, καὶ τούτου τεκμήριον ἱκανὸν παρέχουσι, τὸ τὸν ἥλιον ἐκλείπειν· ἐν τῷ τοῦ σταυροῦ καιρῷ· ποτὲ δὲ πλοῖα λέγοντες εἶναι τὰς τῶν τελευτώντων ψυχὰς ἀπὸ τῆς Ὕλης μετάγοντα πρὸς τὸ Φῶς. Οὕτω γὰρ, φησὶ, κατὰ μέρος τῆς πο νηρᾶς ἀπαλλάττεται κράσεως. Καὶ τὴν σελήνην δὲ μηνοειδῆ καὶ διχότομον γίνεσθαί φασι, τῷ κενοῦ σθαι· καὶ τὰς φωτοειδεῖς ψυχὰς ἀπὸ μὲν τῆς Ὕλης λαμβάνειν, ἀποτίθεσθαι δὲ εἰς τὸ Φῶς· καὶ οὕτω κα τὰ βραχὺ τῆς πονηρᾶς τὸ Φῶς ἀπαλλάττεσθαι κρά σεως. Ὅταν δὲ πᾶσα τοῦ Φωτὸς ἡ φύσις τῆς Ὕλης ἀποκριθῇ, τότε φασὶ τὸν Θεὸν πυρὶ παραδώσειν αὐ τὴν, καὶ μίαν βῶλον ποιήσειν· σὺν αὐτῇ δὲ καὶ τὰς μὴ πεπιστευκυίας εἰς τὸν Μάνητα ψυχάς. Τὸν δὲ διάβολον ποτὲ μὲν Ὕλην καλεῖ, ποτὲ δὲ τῆς Ὕλης ἄρχοντα. Τὸν δὲ γάμον τοῦ διαβόλου νομοθεσίαν φησί. Τὴν δὲ εἰς τοὺς πένητας γινομένην διαβάλ λουσι φιλανθρωπίαν, τῆς Ὕλης εἶναι λέγοντες θερα πείαν. Τὸν δὲ Κύριον οὔτε ψυχὴν ἀνειληφέναι φασὶν, οὔτε σῶμα, ἀλλὰ φανῆναι ὡς ἄνθρωπον, καὶ οὐδὲν ἀνθρώπινον ἔχοντα· καὶ τὸν σταυρὸν δὲ, καὶ τὸ πά θος, καὶ τὸν θάνατον, φαντασίᾳ γενέσθαι. Τὴν δὲ τῶν σωμάτων ἀνάστασιν ὡς μῦθον ἐκβάλλουσιν. Οὐδὲν γὰρ τῆς Ὕλης μόριον ἄξιον ὑπειλήφασι σωτηρίας. Ψυχῶν δὲ μετενσωματώσεις λέγουσι γίνεσθαι, καὶ τὰς μὲν εἰς πτηνῶν, τὰς δὲ εἰς κτηνῶν, καὶ θη ρίων, καὶ ἑρπετῶν σώματα καταπέμπεσθαι. Πάντα δὲ νομίζουσιν ἔμψυχα, καὶ τὸ πῦρ, καὶ τὸ ὕδωρ, καὶ τὸν ἀέρα, καὶ τὰ φυτὰ, καὶ τὰ σπέρματα. Οὗ δὴ χάριν οἱ καλούμενοι τέλειοι παρ' αὐτοῖς, οὔτε ἄρτον κλῶσιν, οὔτε λάχανον τέμνουσιν, ἀλλὰ καὶ τοῖς ταῦτα δρῶσιν, ὡς μιαιφόνοις προφανῶς ἐπαίρονται· ἐσθίουσι δὲ ὅμως τὰ τεμνόμενα καὶ τὰ κλώμενα. Κέχρηνται δὲ καὶ γοητείαις διαφερόντως, τὰ δυσαγῆ αὑτῶν ἐκτελοῦντες μυστήρια· ταύτῃτοι καὶ δυσέκνι πτος αὐτῶν ἡ διδασκαλία, καὶ τὸν τῶν μυσαρῶν ὀρ γίων μετειληχότα λίαν ἐστὶ δυσχερὲς μετατιθέναι τῆς τῶν ψυχοφθόρων ἐνεργείας δαιμόνων, ταῖς τῶν τε λούντων ἐπῳδαῖς τὰς ἐκείνων καταδεσμούντων ψυχάς. Οὗτος ὁ Μάνης τρεῖς ἔσχε τὴν ἀρχὴν φοιτητὰς, Ἀλδὰν, καὶ Θωμᾶν, καὶ Ἑρμᾶν. Καὶ τὸν μὲν 83.381 Ἀλδὰν Σύροις ἀπέστειλε κήρυκα, Ἰνδοῖς δὲ τὸν Θωμᾶν. Ἐπειδὴ δὲ ἐπανῆλθον οὗτοι, παντοδαπὰ λέγοντες ὑπομεμενηκέναι δεινὰ, μηδενὸς ἀνεχομένου τὸν Μάνητα διδάσκαλον δέξασθαι, ἐτόλμησεν ἑαυτὸν ὁ παμπόνηρος καὶ Χριστὸν προσαγορεῦσαι, καὶ Πνεῦμα ἅγιον ὀνομάσαι, καὶ ἐπεστάλθαι ἔφησε κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν. Ἐπηγγείλατο γὰρ ὁ Κύριος πέμψειν ἄλλον Παράκλητον. Οὗτος δυοκαί δεκα μαθητὰς κατὰ τὸν Κυριακὸν ποιησάμενος τύ πον, εἰς τὴν μέσην ἀφίκετο τῶν ποταμῶν, ἀποδιδρά σκων τὸν Περσῶν βασιλέα. Θεραπεύσειν γὰρ νεανιευ σάμενος πάθει τινὶ περιπεσόντα τὸν τοῦ βασιλέως υἱὸν, μείζοσι κακοῖς περιέβαλεν. Ἐπειδὴ δὲ καὶ ἐν τεῦθεν ὡς προφανὴς ἀντίθεος ἐξηλάθη, καὶ τὴν Περ σίδα κατέλαβε, συλληφθεὶς ὑπὸ τοῦ βασιλέως, τὴν Περσικὴν ὑπέμεινε τιμωρίαν, καὶ τοῦ δέρματος γυ μνωθεὶς παρεδόθη κυσί. Τοιοῦτο τοῦ Μάνεντος τὸ τέ λος, ταῦτα τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Εἰ γὰρ ἅπαντά τις τῶν μύθων τὸν φλήναφον ἐθελήσοι διεξελθεῖν, παμπόλλων ἂν δεηθείη βιβλίων. Τοιαῦτα ταῖς τῶν ἀνοσίων ἀνθρώπων διανοίαις ὁ παμπόνηρος δαίμων ἐνήχησε δόγματα, τοιούτοις ἐχρήσατο λοχ αγοῖς καὶ ταξιάρχαις, κατὰ τῆς ἀληθείας παραταττό μενος. Ἀλλ' ἱστὸν