16
καὶ διδασκαλίαν, τοὺς μὲν ὑπό τινων ἀδικουμένους εἰς τὸν Θεὸν ἔχειν τὰς ἐλπί δας προτρέπων, καὶ τὴν ἐκεῖθεν ἀναμένειν ῥοπὴν, τοὺς δὲ ἀδικοῦντας δεδιττόμενος τῆς τοῦ Θεοῦ δι καίας κρίσεως μνήμῃ. βʹ, γʹ. "Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶ σόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος." Οὐδεμιᾷ, φησὶν, ἀνθρωπίνῃ βοηθείᾳ θαῤῥῶν, τὴν δὲ σὴν ἐλπίδα μόνην ἐν ἐμαυτῷ περιφέρων, ἱκετεύω τῆς σῆς προμηθείας τυχεῖν. ∆έδια γὰρ μὴ δίκην ἀγρίου θηρὸς ἐπελθόντες οἱ πολεμοῦντες, καὶ ἔρημόν με τῆς σῆς προνοίας εὑρόντες, παντελῶς διαφθείρωσιν. δʹ. "Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο." Εἶτα διδάσκει σαφέστερον ὃ λέγει· "Εἰ ἔστιν ἀδικία ἐν χερσί μου." Καὶ δεικνὺς ποῖον εἶδος ἀδικίας ἐνταῦ θά φησιν, εὐθὺς ἐπάγει· εʹ, ϛʹ. "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ κατα λάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι." Τῆς ἀρετῆς πολλὰ μόρια. Οὐ γὰρ μόνον σωφροσύνη καὶ φρόνησις, ἀλλὰ καὶ ἀνδρεία καὶ δικαιοσύνη. Ἐνταῦθα τοίνυν οὐ τὴν ἄκραν ἀρετὴν ἑαυτῷ μαρτυρεῖ· ἀλλ' ὅτι τούτους ἥκιστα τοὺς πολεμίους ἠδικηκὼς, τὴν ἄδικον δι' αὐτοὺς ὑπομένει φυγήν. Οὐ μόνον γὰρ, φησὶν, ἀδι κίας οὐκ ἦρξα, ἀλλ' οὐδὲ τοὺς ἠδικηκότας ἠνεσχόμην ἀμύνασθαι πώποτε. Πολλάκις γὰρ τὸν Σαοὺλ ὑποχεί ριον λαβὼν, τῆς ἀδίκου δυσμενείας δίκας οὐκ εἰσ επραξάμην. Οὗ δὴ χάριν σε, ∆έσποτα, παρακαλῶ, τὸν πάντα σαφῶς ἐπιστάμενον, δικάσαι μοι δικαίως· καὶ εἴ τι τοιοῦτο δέδρακα πώποτε, τῆς μὲν σῆς κη δεμονίας γυμνῶσαι· τοῦτο γὰρ λέγει, "Ἀποπέ σοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·" ὑποχείριον δὲ τοῖς δυσμενέσιν ἐκδοῦναι· ὡς ἂν μὴ μόνον τῆς παρὰ σοῦ με δόξης καὶ βασιλείας γυμνώσαιεν, ἀλλὰ καὶ καταγελάστῳ παραδοῖεν θανάτῳ. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, "Τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι." ζʹ. "Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου." Ὁ μὲν οὖν Σύμ 80.909 μαχος, ἐν χόλῳ, ὁ δὲ Θεοδοτίων, ἐν θυμῷ, ὁ δέ γε Ἀκύλας, ἐν ἀνυπερθεσίᾳ ἡρμήνευσε. Παρακαλεῖ τοίνυν τὸν δίκαιον κριτὴν μηκέτι μακροθυμίᾳ, ἀλλὰ δικαίᾳ χρησάμενον ψήφῳ, τὴν τιμωρίαν ἐπιθεῖναι τοῖς ἀδικοῦσι. Τὸ γὰρ, ἀνάστηθι, ἀντὶ τοῦ, μηκέτι μακροθυμήσῃς, τέθεικε· τοιοῦτόν ἐστι τὸ, "Ἐξεγέρ θητι, ἵνα τί ὑπνοῖς, Κύριε," καὶ γὰρ ἐκεῖ ὕπνον τὴν μακροθυμίαν ἐκάλεσε. Καὶ, "Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν." Ὁ καιρὸς γὰρ οὐ φιλανθρωπίας, ἀλλὰ δικαίας ὀργῆς. Ἐπίθες τοίνυν τοῖς ἐχθροῖς μου τὸ πέρας, τὴν ἄδικον αὐτῶν ἔφοδον κατα παύσας. ηʹ. "Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ τάγματι ᾧ ἐνετείλω." Σὺ γὰρ ἐνομοθέτησας τοῖς ἀδικουμένοις ἀμύνειν. Ὃ τοίνυν τοῖς ἄλλοις ἐνετεί λω ποιεῖν, δρᾶσον, ὦ ∆έσποτα, καὶ τῆς σῆς μοι με τάδος ῥοπῆς. "Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον." Ταύτης γάρ σου τῆς προνοίας δειχθείσης, ἅπαντές σοι τοὺς ὕμνους προσοίσουσι, καὶ Θεὸν ὕψιστον ἀποκαλέσου σιν, ἅ τε δὴ πάντα ἐφορῶντα, καὶ τὴν ἀξίαν δίκην τοῖς ἀδικοῦσιν ἐπιτιθέντα. Τὸ γὰρ, "εἰς ὕψος ἐπί στρεψον," ἀντὶ τοῦ, ὕψιστος ὢν φύσει, παρὰ δὲ τοῖς πολλοῖς ἀγνοούμενος, δείχθητι ὅπερ ὑπάρχεις διὰ τῆς περὶ τοὺς ἀδικουμένους κηδεμονίας. Εἶτα προ φητικῶς· θʹ. "Κύριος κρινεῖ λαούς." Οὐ γὰρ μόνον τὴν ἐμὴν δίκην δικάσει, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώ πων φύσει. "Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιο σύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί." Οὐ δικαιοσύνην ἑαυτῷ διὰ τούτων τῶν λόγων μεμαρ τύρηκεν ὁ θεῖος ∆αβίδ· τἀναντία γὰρ αὐτοῦ βοῶντος ἀκούομεν, "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός·" καί· "Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ·" ἀλλὰ δικαιοσύνην τὴν ἐν τῷ προκειμένῳ πράγματι λέγει· Οὔτε γὰρ, φη σὶ, τὸν Ἀβεσσαλὼμ ἠδίκηκά τι, οὔτε τὸν Ἀχιτόφελ, οὔτε τοὺς μετὰ τούτων κατ' ἐμοῦ στρατεύοντας. Κατὰ ταύτην τοίνυν τὴν δικαιοσύνην, καὶ τὴν ἀκα κίαν, κριθῆναι παρακαλῶ, καὶ μὴ κατὰ τὰς ἤδη παρ' ἐμοῦ γεγενημένας πλημμελείας.