16
δεύτερος καὶ τῷ βίῳ ἐσκοτισμένος, οὐ τὰ περὶ ἐπισκοπῆς ὀφειλόμενα (φεῦ γὰρ τῆς ἐμῆς ἀνικανίας), ἀλλὰ τὰ περὶ μοναχικῆς εἴτουν ἡγουμενικῆς καταστάσεως, τὸ πῶς ἆρα ἀφηγησάμενος κατὰ λόγον τὸ ἐμπιστευθέν μοι ἀναξίως ποίμνιον εὕροιμι θεὸν ἵλεω ἐν ἡμέρᾳ τῆς φρικτῆς ἀπολογίας μου. Ἀλλὰ τοῦτο πέπονθας πάντως ἐξ ἄκρας μετριοφροσύνης· ἐκπειράζειν γάρ μου τὴν ἀπαιδευσίαν οὐ θέμις με ὑπονοεῖν τὴν ἀρχιερωσύνην σου. ἐγὼ τοίνυν δέδοικα τὰ τοῦ οἰκείου βαθμοῦ, ὦ ἱερὰ κεφαλή, καὶ ἰλιγγιῶ περὶ τὴν ψυχικὴν κυβέρνησιν τῷ ὄντι, πῶς δὴ οὖν ἐκ τῆς πολυταράχου καὶ ἀεικυμάντου νοητῆς θαλάσσης ἀποσώσαιμι τὸ ἐγχειρισθέν μοι τοῦτο βραχύτατον καὶ λογικὸν πλοιάριον εἰς λιμένα σωτηρίας· ὅτι πρὸς τοῦτο καὶ πολιτείας ἀκραιφνοῦς χρεία καὶ γνώσεως ἱκανῆς ἐπιτυχία, ἵν', ὡς ἐν δυσὶν αὐχῆσι πηδαλιουχῶν, γρηγόρως καὶ ἐπιστημόνως ἀκαταβάπτιστον τοῖς ὕδασι τῆς ἁμαρτίας ἐμαυτόν τε καὶ τοὺς ἑπομένους μοι διαφυλάττω. Αὕτη τοίνυν ἡ ἐμὴ ἀπολογία τοῦ ταλαιπώρου. ἐπεὶ δὲ τὸ τῆς ὁσιότητός σου κέλευμα οὐκ ἀκίνδυνον πάντῃ καταλιπεῖν, εἰ καὶ ὑπὲρ δύναμίν μου, ἀνυπήκοον, ἄλλως τε καὶ ἐκ τοῦ οἰκείου μου πατρὸς τὴν ἐπιταγὴν δεξάμενος, πεποιθὼς τῇ ἀμφοτέρων εὐπειθείᾳ τοῦτό σοι, ὦ θειότατε πάτερ, ἐν εἴδει ὑπομνήσεως ἐπιφθέγγομαι, ὅτι μεῖζον κατὰ πολὺ καὶ ὑπερβάλλον τὸ πλοῖον τῆς σῆς τελειότητος πρὸς τὸ ἐμὸν νηάριον (φημὶ δὴ τὸ ἐπισκοπικὸν ὕψωμα πρὸς τὸ ἡγουμενικὸν ἀξίωμα) καὶ τοσοῦτον, ὅσῳπερ ἂν καὶ πλειόνων ἄρχειν ἠξιώθης, καὶ ταῦτα οὐχ ἑκόντων ἴσως οὐδὲ ὁμογνωμόνων οὐδὲ τῆς αὐτῆς φύσεως καὶ ἀξίας, ἀλλὰ καὶ ἀρρένων καὶ θηλείων, μοναστῶν τε καὶ μιγάδων, ἀρχόντων τε καὶ ἀρχομένων, γημώντων τε καὶ ἀγάμων, δούλων τε καὶ ἐλευθέρων, ὀρφανῶν τε καὶ χηρευόντων, πλουσίων τε καὶ πενήτων, δυναστευόντων τε καὶ καταπονουμένων, χρεωφειλετῶν τε καὶ δανειστῶν, ἁβροδιαιτούντων τε καὶ λιμοκτονουμένων, πολυκτημόνων τε καὶ ἀνεσθήτων, μαλακοφορούντων τε καὶ ῥακοδυτούντων. ταῦτα γὰρ καὶ πλείω τούτων οὐκ ἐπιφαίνεται τῷ ἡμετέρῳ βίῳ, ὁ δὲ σὸς ἐμπέπλησται. καὶ οὐδὲ πᾶς ὁ λαός σου ὑπὸ μιᾶς φροντίδος δεδιοίκηται οὐδὲ πάντων τὰ πρόσωπα καὶ τὰ ὀνόματα οἶσθα οὐδὲ ἑκάστου τὰς μεθόδους τῆς ζωῆς διαγινώσκεις, ἀλλὰ ἄλλοι ἄλλως κατὰ πολὺ τὸ διάφορον ἔχουσιν· οἱ μὲν γὰρ ἴσως γεωπονοῦσιν, οἱ δὲ ναυτίλλουσιν, οἱ δὲ ποιμενεύουσιν, οἱ δὲ ἀπρακτοῦσιν, οἱ δὲ πρακτορεύονται, καὶ πολὺς ὁ λόγος τῆς ἐφ' ἑκάστῳ ὁρωμένης ἐργασίας. Ἐπὶ τούτοις δὲ πᾶσιν ὅσος καὶ ὁπηλίκος ὁ κόπος, καθὰ λογίζομαι ὁ ἀλόγιστος, ὅσος ὁ ἱδρώς, ὁ ἀγών, ὁ δρόμος, ἡ εὐτονία, ἡ φροντίς, ἡ μέριμνα, ἡ ἔκτηξις τῆς σαρκός, ἡ ὀδύνη τῆς ψυχῆς, ἡ τῆς διανοίας κατακοπή. ὥσπερ οὖν ὁ ἀπευθύνων τὴν ναῦν ἐν μεγάλῃ ζάλῃ καὶ καταιγίδι θαλάσσης ὅλος νήφων ἐστὶ καὶ ἀπερίτρεπτος, ἀνύστακτον ἔχων τὸν ὀφθαλμὸν (οὐδὲ γὰρ εἰς βραχὺν φέρει κίνδυνον τὸ μικρῶς πως παρεμπεσεῖν ἀπειρίαν καὶ ἀμέλειαν), οὕτω πολλῷ μᾶλλον ὁ κυβερνήτης τῶν ψυχῶν ἀγωνιστικώτερον καὶ ἀκριβέστερον ὀφείλει εἰδέναι τὸ τῆς προστασίας ἔργον, ἵνα μὴ ὑποβρύχιος γένηται τῷ βυθῷ τῆς ἀπωλείας. διὰ ταῦτα, ὡς οἶμαι, ἁγιώτατε, ἐβόα ὁ μέγας ἀπόστολος τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ πάλιν ὅτι ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος, ἀλλ' ἔννομος Χριστοῦ. τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω. ἰδοὺ οὕτως καὶ οἱ κατ' αὐτὸν κανόνες καὶ ὅροι ἐπισκοπῆς καθάπερ καὶ αὐτοὶ οἱ θεσπέσιοι πατέρες ἡμῶν διαγορεύουσιν. Λοιπὸν ἀναγνοὺς καὶ διαγνοὺς τὰ τῶν ἁγίων καὶ ἐπὶ χεῖρας ἔχων τὰ θεοπαράδοτα λόγια, τί πρὸς ἐμοῦ τοῦ τάλανος τοιοῦτόν τι ἐπιζητεῖς; ἐγὼ δοκῶ τὸν ἐπίσκοπον εἶναι ἔφορον καὶ ὑπεύθυνον τῆς ἐπὶ πᾶσι τῶν ἀρχομένων γενομένης διαπράξεως, ἄγγελον ἀσίγητον, τὰ τοῦ θεοῦ δικαιώματα κηρύσσοντα, ὄμμα ἀκοίμητον τὰς ἑκάστου ὁδοὺς τῶν ὑπ' αὐτοῦ ἐξαγομένων ἐπιβλεπόμενον,