16
ἑαυτῶν χώραν ἐλθόντες λιμοῦ τε καὶ λοιμοῦ ὑπεδέξαντο μισθὸν τῆς ἀσεβείας, ἧσπερ ἔδρων, ἀντιλαμβάνοντες. ∆αλμάτιος δὲ ὁ καῖσαρ εὐθὺς μετὰ τὴν τελευτὴν τοῦ μεγάλου Κωνσταντίνου ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθη, οὐ κελεύσαντος Κωνσταντίου τὴν σφαγήν, ἀλλὰ μὴ κωλύσαντος. βʹ. λϛʹ. ηʹ. ιθʹ. δʹ. θʹ. γʹ. Τῷ δ' αὐτῷ ἔτει τοῦ νέου ∆αλματίου ὑπὸ τῶν στρατιωτῶν ἀναιρεθέντος, ἤμελλεν συναναιρεῖσθαι καὶ Γάλλος καὶ Ἰουλιανός, οἱ Κωνσταντίου, τοῦ ἀδελφοῦ Κωνσταντίνου τοῦ μεγάλου, παῖδες. ἀλλὰ τὸν μὲν Γάλλον νόσος, Ἰουλιανὸν δὲ ἡ νηπιότης διέσωσεν· ὀκταετὴς γὰρ ἦν. Κωνστάντιος δὲ πρότερον δεχόμενος τὸ ὁμοούσιον ὕστερον μετέθετο κουφότητι γνώμης καὶ ἀπάτῃ τοῦ Ἀρειανοῦ πρεσβυτέρου καὶ Εὐσεβίου, τοῦ τῶν εὐνούχων πρωτεύοντος, καὶ τοῦ Νικομηδείας Εὐσεβίου καὶ τῶν περὶ αὐτούς. Κόσμου ἔτη εωλαʹ. Τῆς θείας σαρκώσεως ἔτη τλαʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λζʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφρόνιος ἔτη ηʹ. δʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος, ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου, ἐπελθὼν τοῖς Κώνσταντος, τοῦ ἰδίου ἀδελφοῦ, μέρεσι καὶ συμβαλὼν πόλεμον ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθη. καὶ ἐκράτησε Κώνστας μόνος πάσης τῆς ἑσπερίου γῆς. Κωνστάντιος δὲ τῆς ἑῴας βασιλεύων Γάλλον καὶ Ἰουλιανὸν παιδευθῆναι παρέδωκεν ἐν χωρίῳ ∆εμακέλλῃ 36 καλουμένῳ, πλησίον Καισαρείας Καππαδοκίας ὄντι. οὗτοι οἱ δύο ἀδελφοὶ ἀναγνῶσται γεγόνασι καὶ ἐκκλησίαν κτίσαι τῷ ἁγίῳ μάρτυρι Μάμαντι προεθυμήθησαν. ἐν ᾧ δὲ μέρει κτίζειν Ἰουλιανὸς ἔλαχεν, τοῦτο ἡ γῆ οὐκ ἐδέχετο. ἀποκειράμενος δὲ τὰς τρίχας μοναχικὴν ἄσκησιν ὑπεκρίνατο. Κωνστάντιος καὶ Κώνστας ἐνομοθέτησαν Ἰουδαῖον μὴ ὠνεῖσθαι δοῦλον, ἐπεὶ ἀφαιρεῖσθαι αὐτὸν εἰς τὸν δημόσιον λόγον· εἰ δὲ καὶ περιτεμεῖν τολμήσοι δοῦλον, ξίφει τιμωρεῖσθαι καὶ δημεύεσθαι. δʹ. ληʹ ιʹ. καʹ. ϛʹ. ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος Ἄμιδαν οἰκοδομεῖ τειχίσας γενναίως. κτίζει καὶ Κωνσταντίαν, τὴν πρώην Ἀντωνίου πόλιν λεγομένην, ἐπονομάσας αὐτὴν ἑαυτῷ, διεστῶσαν Ἀμίδης σταδίους ψʹ κατὰ μεσημβρίαν. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. εʹ. λθʹ. ιαʹ. κβʹ. αʹ. ιβʹ. ϛʹ. Τούτῳ τῷ ἔτει συνόδου γενομένης ἐν Ἀντιοχείᾳ ἐπισκόπων ρϟʹ, ὧν ἡγεῖτο Εὐσέβιος ὁ Νικομηδείας, προχειρίζονται Ἀλεξανδρείας ἐπίσκοπον Εὐσέβιον τὸν Ἐμέσης. οὗ μὴ δεχθέντος, καίπερ Σαβελλιανοῦ ὄντος, Γρηγόριον τὸν Ἀρειανὸν σὺν πολλῷ στρατῷ καὶ στρατηγῷ τινι Συριανῷ ἐκπέμπουσιν ἐκδιῶξαι Ἀθανάσιον τοῦ θρόνου Ἀλεξανδρείας, ἢ καὶ ἀνελεῖν. τότε Ἀθανάσιος θεόθεν σοφῶς βουλευσάμενος, μετὰ τῶν ψαλλόντων τῆς ἐκκλησίας ἐξελθὼν τὸν ἐπηρτημένον διέφυγε θάνατον. Εὐσέβιον δὲ τὸν μὴ δεχθέντα ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ......... τὴν πίστιν μεταποιοῦσιν οἱ αὐτοί, Ἄρειον μὲν φανερῶς δεχόμενοι καὶ μετὰ θάνατον· καὶ ἔκθεσιν πίστεως δευτέραν γράψαντες τὸ ὁμοούσιον παρεσιώπησαν. τότε τὰ ἐγκαίνια τῆς ἐκκλησίας Ἀντιοχείας, ἧς ἔκτισε Κωνσταντῖνος ὁ μέγας, ἐποίησαν. Τῷ δ' αὐτῷ ἔτει Ἀντιόχεια ὑπὸ σεισμῶν μεγάλων ἐπὶ τρισὶν ἡμέραις ἐκινδύνευσεν. ἦν δὲ ἡ ἐγκαινισθεῖσα ἐκκλησία σφαιροειδὴς ἓξ ἔτεσι κτισθεῖσα, ὑπὸ μὲν Κωνσταντίνου τοῦ μεγάλου θεμελιωθεῖσα, ὑπὸ Κωνσταντίου δὲ πληρωθεῖσα καὶ ἐγκαινισθεῖσα. 37 Κόσμου ἔτη εωλδʹ. Τῆς θείας σαρκώσεως ἔτη τλδʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ϛʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. μʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κγʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος κεʹ Εὐφρόνιος ἔτη ηʹ. ζʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος Ἀσσυρίους νικήσας ἐθριάμβευσεν. Σαβώρης δέ, ὁ τῶν Περσῶν