“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Our Father Among The Saints Cyril Archbishop of Alexandria On The Gospel According To John. Book Ii.

29 The next day he seeth Jesus coming to him.

In a very little time, the Baptist is declared to be Prophet alike and Apostle. For Whom he was heralding as coming, Him now come he points out. Therefore, he bounded beyond even the measure of prophets, as the Saviour Himself saith when discoursing with the Jews concerning him, What went ye out into the wilderness for to see? A prophet, yea, I say unto you and more than a prophet. For they in their times prophesied that Christ should be revealed, but he, crying that He shall come, also pointed Him out come. For the next day, saith he, he seeth Jesus coming to him.

And saith, Behold the Lamb of God, Which taketh away the sin of the world.

No longer has prepare ye the way fit place, since He at length is seen and is before the eyes for Whom the preparation is made: the nature of the thing began to need other words. It needed to explain, Who He is Who is come, and to whom He maketh His descent Who hath come to us from Heaven. Behold, therefore, saith he, the Lamb of God Which taketh away the sin of the world, Whom the Prophet Isaiah did signify to us, saying, He is brought as a lamb to the slaughter, and as a sheep before her shearers is dumb: Whom of old, too, saith he, the law of Moses typified, but then it saved in part, not extending mercy to all (for it was a type and shadow): but now He Who of old was dimly pictured, the very Lamb, the spotless Sacrifice, is led to the slaughter for all, that He might drive away the sin of the world, that He might overturn the destroyer of the earth, that dying for all He might bring to nought death, that He might undo the curse that is upon us, that He might at length end Dust thou art, and unto dust shalt thou return, that He might become the second Adam, not of the earth, but from heaven, and might be the beginning of all good to the nature of man, deliverance from the imported corruption, Bestower of eternal life, foundation of our reconciliation to God, beginning of godliness and righteousness, way to the Kingdom of Heaven. For one Lamb died for all, saving the whole flock on earth to God the Father, One for all, that He might subject all to God, One for all, that He might gain all: that at length all should not henceforth live to themselves but to Him Which died for them and rose again. For since we were in many sins, and therefore due to death and corruption, the Father hath given the Son a redemption for us, One for all, since all are in Him, and He above all. One died for all, that all should live in Him. For death having swallowed up the Lamb for all, hath vomited forth all in Him and with Him. For all we were in Christ, Who on account of us and for us died and rose again. But sin being destroyed, how could it be that death which was of it and because of it should not altogether come to nothing? The root dying, how could the shoot yet survive? wherefore should we yet die, now that sin hath been destroyed? therefore jubilant in the Sacrifice of the Lamb of God we say: O death, where is thy sting? O grave, where is thy victory? For all iniquity, as the Psalmist sings somewhere, shall stop her mouth, no longer able to accuse those who have sinned from infirmity. For it is God that justifieth, who is he that condemneth? Christ hath redeemed us from the curse of the law, being made a curse for us, that we might escape the curse from transgression. 

30 This is He of Whom I said.

He leads the hearers to remembrance of his words, and yields to Christ the superiority in glory, accomplishing the work, not of love, but rather of truth and necessity. For the creature is subject, even if it willeth not, to the Creator?  the bond to the Lord, the supplied to the Giver. But in what manner Christ was after John, but preferred before him, for He was before him, as himself confesseth, we have spoken sufficiently in what has preceded.

31 And I knew Him not, but that He should be made manifest to Israel, therefore am I come baptizing with water.

He that leaped in the depth of the womb of his mother at the voice of the Holy Virgin while yet bearing the Lord, prophet before the travail-pang, disciple in the womb, says of the Saviour, I knew Him not, and says truly, for he does not lie. For God knows all things of Himself and untaught, but the creature, by being taught. For the Spirit indwelling in the Saints, fulfils what is lacking, and gives to human nature His Own good, I mean, knowledge of things to come, and of the hidden mysteries. Therefore the holy Baptist saying that he does not know the Lord, will by no means speak untruly, in regard of the property of human nature, and the measure befitting the creature, but will attribute the knowledge of all things to God Alone, Who through the Holy Ghost enlighteneth man to the apprehension of hidden things. And very profitably doth he say that of himself he knew not Christ, but is come for that very purpose, to make Him manifest to Israel, that he may not seem to run of his own accord to bear testimony, nor be thought by any the minister of his own will, but the worker of the Divine dispensation, the minister of the Counsel from above revealing to him the Lamb Which taketh away the sin of the world.

In order therefore that the Jews may the more easily come to believe on our Saviour Christ, and may have the most worthy conception of Him, he says that having not known Him, he knows Him, that they may understand then at length God Who revealed Him, and awestruck at the judgment from above, may receive his word concerning Him, and, seeing the servant so great, may proportionally estimate the Dignity of the Master. For his saying, that he was come to make Him manifest to Israel, how does it not denote the care belonging to a servant?  

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. ἘΝ ὀλίγῳ κομιδῇ τῷ καιρῷ προφήτης ὁμοῦ καὶ ἀπόστολος ὁ βαπτιστὴς ἀναδείκνυται: ὃν γὰρ ὡς ἥξοντα προεκήρυττε, τοῦτον ἤδη παρόντα δείκνυσι. διὰ τοῦτο καὶ τὸ προφητῶν ἀνεπήδησε μέτρον, ὡς αὐτός που φησὶν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος περὶ αὐτοῦ ” Τί ἐξήλθατε εἰς “τὴν ἔρημον ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισ” σότερον προφήτου.“ οἱ μὲν γὰρ κατὰ καιροὺς ὅτι ἀναδειχθήσεται Χριστὸς προεφήτευον, ὁ δὲ ὡς ἥξει βοῶν καὶ παρόντα δέδειχε. τῇ γὰρ ἐπαύριόν φησι βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν.
« Καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. » Οὐκέτι τό Ἑτοιμάσατε τὴν ὁδὸν καιρὸν ἔχει τὸν πρέποντα, λοιπὸν ὁρωμένου καὶ ὄντος ἐν ὀφθαλμοῖς τοῦ δι' ὃν ἡ ἑτοιμασία γίνεται: ἑτέρων ἐδεῖτο λόγων ἡ τοῦ πράγματος φύσις. ἐχρῆν ἐξηγεῖσθαι τίς ὁ παρὼν, καὶ ἐπὶ τίσιν ἔχει τὴν κάθοδον ὁ πρὸς ἡμᾶς ἐξ οὐρανῶν ἀφιγμένος. ἴδε τοίνυν φησὶν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὃν ὁ προφήτης ἡμῖν Ἡσαΐας κατεσήμαινε λέγων ” Ὡς πρόβατον “ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ” αὐτὸν ἄφωνος,“ ὃν καὶ πάλαι, φησὶν, ὁ διὰ Μωυσέως ἀνετύπου νόμος: ἀλλὰ τότε μὲν ἔσωζε μερικῶς, οὐκ εἰς ἅπαντας ἐκτείνων τὸν ἔλεον: τύπος γὰρ ἦν καὶ σκιά: νυνὶ δὲ ὁ πάλαι δι' αἰνιγμάτων ζωγραφούμενος, ὁ ἀληθινὸς ἀμνὸς, τὸ ἄμωμον ἱερεῖον, ὑπὲρ πάντων ἄγεται πρὸς σφαγὴν, ἵνα τοῦ κόσμου τὴν ἁμαρτίαν ἐλάσῃ, ἵνα τὸν τῆς οἰκουμένης ὀλοθρευτὴν ἀνατρέψῃ, ἵνα καταργήσῃ τὸν θάνατον ὑπὲρ πάντων ἀποθανὼν, ἵνα λύσῃ τὴν ἐφ' ἡμῖν κατάραν, ἵνα παύσηται λοιπὸν τό ” Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,“ ἵνα γένηται δεύτερος Ἀδὰμ, οὐκ ἀπὸ γῆς, ἀλλ' ἐξ οὐρανοῦ, καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει παντὸς ἀγαθοῦ, λύσις ἐπεισάκτου φθορᾶς, πρόξενος αἰωνίου ζωῆς, ἀναμορφώσεως τῆς εἰς Θεὸν ὑπόθεσις, εὐσεβείας καὶ δικαιοσύνης ἀρχὴ, ὁδὸς εἰς βασιλείαν οὐρανῶν: ” εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν“ ἀμνὸς, ὅλην ἀνασώζων τὴν ἐπὶ γῆς ἀγέλην τῷ Θεῷ καὶ Πατρὶ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας ὑποτάξῃ Θεῷ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας κερδάνῃ: ἵνα λοιπὸν οἱ πάντες ” μηκέτι “ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ” ἀναστάντι. ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, διά τε τοῦτο χρεωστούμενοι θανάτῳ καὶ φθορᾷ, δέδωκεν ἀντίλυτρον ὑπὲρ ἡμῶν τὸν Υἱὸν ὁ Πατὴρ ἕνα ὑπὲρ πάντων, ἐπεὶ καὶ πάντα ἐν αὐτῷ, καὶ πάντων κρείττων ἐστίν: εἷς ἀπέθανεν ὑπὲρ πάντων, ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ: καταπιὼν γὰρ ὁ θάνατος τὸν ὑπὲρ πάντων Ἀμνὸν, πάντας ἐξήμεσεν ἐν αὐτῷ τε καὶ σὺν αὐτῷ. οἱ γὰρ πάντες ἦμεν ἐν τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ: καταργουμένης δὲ τῆς ἁμαρτίας, πῶς ἐνεδέχετο μὴ οὐχὶ πάντως καὶ τὸν ἐξ αὐτῆς καὶ δι' αὐτὴν καταργηθῆναι θάνατον; ἀποθανούσης δὲ τῆς ῥίζης, πῶς ἂν ἔτι λοιπὸν ὁ ἐξ αὐτῆς ἐσώθη βλαστός; διὰ ποίαν αἰτίαν ἐμέλλομεν ἀποθνήσκειν ἔτι τῆς ἁμαρτίας ἀναιρουμένης; οὐκοῦν ἑορτάζοντες λέγομεν ἐπὶ τῇ σφαγῇ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ “Ποῦ ἡ δίκη σου θάνατε; ” ποῦ τὸ κέντρον σου ᾅδη;“ ” Πᾶσα γὰρ ἀνομία,“ καθάπερ ἔφη που ψάλλων ὁ μελῳδὸς, ” ἐμφράξει τὸ στόμα αὐτῆς,“ οὐκέτι κατηγορεῖν τῶν ἐξ ἀσθενείας ἡμαρτηκότων ἰσχύουσα. ” Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;“ ” Χριστὸς ἡμᾶς “ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ” ἡμῶν κατάρα,“ ἵνα ἡμεῖς τὴν ἐξ ἀνομίας ἀρὰν διαφύγωμεν.
« Οὗτός ἐστι περὶ οὗ εἶπεν. » Εἰς ὑπόμνησιν ἄγει τῶν ἐξ αὐτοῦ λόγων τοὺς ἀκροωμένους, καὶ τὸ μεῖζον ἐν δόξῃ παραχωρεῖ τῷ Χριστῷ, οὐκ ἀγάπης, ἀληθείας δὲ μᾶλλον ἢ καὶ ἀνάγκης ἔργον ἀποπληρῶν: ὑποκείσεται γὰρ, κἂν μὴ βούληται, τῷ ποιητῇ τὸ ποίημα, τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ χορηγῷ τὸ χορηγούμενον. κατὰ τίνα δὲ τρόπον ὀπίσω μὲν ἦν Ἰωάννου Χριστὸς, ἔμπροσθεν δὲ γέγονεν, ὅτι πρῶτος ἦν, ὡς αὐτὸς ὁμολογεῖ, διὰ τῶν προλαβόντων ἀρκούντως εἰρήκαμεν.
« Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. » Ὁ ἐν τῇ κοιλίᾳ τῆς νηδύος ἀνασκιρτήσας τῆς ἰδίας μητρὸς ἐπὶ τῇ φωνῇ τῆς ἁγίας παρθένου κυοφορούσης ἔτι τὸν Κύριον, ὁ πρὸ τῆς ὠδῖνος προφήτης, ὁ ἐν ἐμβρύῳ μαθητής Οὐκ ᾔδειν αὐτὸν περὶ τοῦ Σωτῆρός φησιν, ἀληθεύει δὲ λέγων: οὐ γὰρ ψεύδεται: πάντα μὲν γὰρ οἶδεν ἐξ ἑαυτοῦ καὶ ἀδιδάκτως Θεὸς, διδακτῶς δὲ ἡ κτίσις: ἐνοικοῦν δὲ τοῖς ἁγίοις τὸ Πνεῦμα, τὸ ἐνδέον ἀναπληροῖ, καὶ τὸ ἴδιον ἀγαθὸν τῇ ἀνθρώπου φύσει χαρίζεται, τὸ εἰδέναι φημὶ τὰ ἐσόμενα, καὶ τῶν κεκρυμμένων μυστηρίων τὴν γνῶσιν. οὐκοῦν μὴ εἰδέναι λέγων τὸν Κύριον ὁ μακάριος βαπτιστὴς, διαψεύσεται μὲν οὐδαμῶς, κατά γε τὸ τῆς ἀνθρωπότητος ἴδιον καὶ τὸ πρέπον τῇ κτίσει μέτρον, ἀναθήσει δὲ μόνῳ τὸ πάντα εἰδέναι τῷ Θεῷ, τῷ διὰ Πνεύματος Ἁγίου πρὸς τὴν τῶν κεκρυμμένων κατάληψιν φωταγωγοῦντι τὸν ἄνθρωπον: χρησίμως δὲ λίαν οὐκ εἰδέναι μὲν ἐξ ἑαυτοῦ φησι τὸν Χριστὸν, ἐληλυθέναι γεμὴν διὰ τοῦτο κυρίως, ἵνα φανερὸν αὐτὸν καταστήσῃ τῷ Ἰσραὴλ, ἵνα μὴ αὐτόμολος ἐπὶ τὴν μαρτυρίαν φαίνηται δραμὼν, μηδὲ ἰδίων θελημάτων ὑπηρέτης νοῆται παρά τισιν, ἀλλὰ θείας μὲν οἰκονομίας ἐργάτης, βουλῆς δὲ τῆς ἄνωθεν ὑπουργὸς, ἀποκαλυπτούσης αὐτῷ τὸν Ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵνα τοίνυν εὐπετέστερον ἐπὶ τῷ πιστεύειν ἐπὶ τῷ Σωτῆρι Χριστῷ βαδίζοιεν Ἰουδαῖοι, καὶ ἀξιολογωτάτην ἔχωσι περὶ αὐτοῦ τὴν διάληψιν, ἐγνωκέναι φησὶν αὐτὸν οὐκ εἰδὼς, ἵνα λοιπὸν ἐννοῶσι τὸν ἀποκαλύψαντα Θεὸν, καὶ τὸ ἄνωθεν ἀποναρκήσαντες κρῖμα, παραδέξωνται τὸν λόγον τὸν περὶ αὐτοῦ, καὶ τὸν οἰκέτην ὁρῶντες ὄντα τοσοῦτον, ἀναλόγως τὸ τοῦ κρατοῦντος ἀναμετρῶσιν ἀξίωμα. τὸ γὰρ ἐληλυθέναι λέγειν, ἵνα φανερὸν αὐτὸν τῷ Ἰσραὴλ καταστήσῃ, πῶς οὐ πάντως τὴν οἰκέτῃ πρέπουσαν θεραπείαν σημαίνει;