17
τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι. 2 Στέφανος δὴ οὖν ὡς τάχιστα ἐν Ῥαβέννῃ ἀφι κόμενος τόν τε ὕπαρχον ἐνθένδε ὡς τοὺς στρατηγοὺς ἤγαγε καὶ τὰ ἀμφίβο λα ὡς οἷόν τε ἦν ἀκεσάμενος ἔπεισεν ἅπαντας αὐτίκα παλινδρομῆσαι καὶ αὖθις πρὸς τῇ Πάρμᾳ στρατοπεδεύσασθαι. 3 ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἐς Λοῦκαν ἐπανῆκε, θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ καὶ σὺν προθυμίᾳ ἔχε σθαι τῶν πραγμάτων· μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλ' εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς τῶν Ῥωμαϊκῶν αὐτοῖς ταγμάτων ἐν δέοντι αὖθις ἐφεδρευόντων. 4 Ναρσῆς δὴ οὖν τὸ λοιπὸν οὐκ ἀνεκτὸν εἶναι ἡγούμενος, εἰ μέλλοιεν οἱ Λουκανοὶ ἐπὶ πλεῖστον ἀντέχειν οὕτω πως ἀνειμένα πολιορκούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἵ τε ἑλεπόλεις μηχαναὶ προσήγοντο καὶ ἀνὰ τὰς τύρσεις πυρφόρα ἐρρίπτοντο βέλη οἵ τε ἐς τὰ μεταπύργια φαινόμενοι ἐβάλλοντο λίθοις τε καὶ τοξεύμασιν· καὶ διετέμνετο ἔστιν οὗ ἡ τοῦ περιβόλου οἰκοδομία καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. 5 οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον ἐς τοὺς Ῥωμαίους, καὶ τό γε ἐπ' ἐκείνοις τάχιστα ἂν ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταί, οἳ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορ κίαν. 6 αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ' ἔμελλον οἵ γε δρᾶν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἡλίκα πημαίνεσθαι· οἱ γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑπὸ τῶν ἔνδον πρασσόντων ἐθελοκακοῦντες ἐμάχοντο. 7 ἐπεὶ δὲ αὐτοῖς θαμὰ πειρωμένοις οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις 34 ἐποιοῦντο αὖθίς τε εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείρ γοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἐξιτητέα, τότε δὴ ἅπαντες ὡς οὐχ οἷόν τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι μετεβάλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γνώμας καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. 8 καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν καὶ εἰσεδέ χοντο ἄσμενοι τὸν στρατόν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τρι βέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ Ῥωμαίων κατήκοοι.
19. Ναρσῆς δέ, ἐπεὶ ἐξεπεπολιόρκητό οἱ ἡ Λοῦκα καὶ οὐδὲν ἔτι ἀντίπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤετο χρῆναι, οὐδ' ὅσον ἀναπνεῦσαι τῶν πόνων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρα τηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμίν τε αὐτῷ παραδοὺς ἀξιόχρεων καὶ ὅσῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος ἠπείγετο ἰθὺ τῆς Ῥαβέννης ἰέναι, ἐφ' ᾧ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει. 2 ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει· ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φράγγων ἔμελλεν ἔσεσθαι, οἷς γε πολέμιον μὲν τὸ πνῖγος καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύους ἀεὶ καὶ ῥωμαλεώτατοι γίγνονται καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι καὶ οἷον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. 3 τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχα γοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχει μάζειν ἐκέλευεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἐς Ῥώμην ἅπαντας καὶ 35 ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξομένους. 4