ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆς Ἑῴας βασιλεὺς, καὶ βασιλικῶς κηδεύσας τὸν πα τέρα, ἐφ' ὑψηλοῦ ἀπέθετο ἐν τῇ τῶν ἀποστόλων Ἐκκλη σίᾳ ἐν Κωνσταντίνου πόλει, ἔνθα ἀπετέθη ἡ μήτηρ αὐ τοῦ Ἑλένη. Εἰς τοῦτο γὰρ ὁ μακάριος Κωνσταντῖνος ᾠκοδόμησεν ἐκείνην τὴν ἐκκλησίαν, εἰς τὸ θάπτεσθαι ἐκεῖσε τοὺς βασιλεῖς καὶ ἱερεῖς, ὅπως μὴ ὦσι μακρὰν τῶν ἀποστολικῶν λειψάνων. Ἐγένετο δὲ ἡμέρα τῆς κοιμήσεως αὐτοῦ εἰκάδι πρώτῃ Μαίου μηνὸς τῇ πρὸ δεκαμιᾶς καλανδῶν Ἰουνίων, ἐν ὑπατίᾳ Φηλικιανοῦ καὶ Τατιανοῦ. Κωνσταντίου δὲ ἄρτι κρατήσαντος τῆς βασιλείας, προσῆλθον αὐτῷ οἱ τῆς Ἀρείου νόσου προστάται, παρακαλοῦντες αὐτὸν τοῦ ὁμοουσίου τὸ πρόσρημα ἐκ τοῦ συμβόλου τῆς πίστεως περιελεῖν. Αἴτιον γὰρ τοῦτο 4069 ἔφασαν γεγονέναι τῆς τῶν Ἐκκλησιῶν διαιρέσεως. Οὗ ἀρθέντος, οὐκ ἔτι ἔσται ἀμφισβήτησις περὶ δογμά των. Ὁ δὲ κουφότητι γνώμης ἀβασανίστως δεξάμε νος τοὺς λόγους αὐτῶν, συνέθετο τοῦτο ποιῆσαι, καὶ πάλιν ἦν τάραχος οὐκ ὀλίγος ἐν ὅλῃ τῇ οἰκου μένῃ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν θαῦμα γέγονεν ἐν Ἱε ροσολύμοις πάντα λόγον ὑπερβαῖνον. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν δογμάτων φιλονεικίᾳ ἐκκοπὴ γέγονε τῶν προσ ερχομένων τῇ πίστει, σκανδαλιζομένων ἐπὶ τῇ τῶν ἱερωμένων διαφωνίᾳ, οὐρανόθεν ἔδειξεν ὁ τῶν θαυ μασίων Θεὸς, ὅτι οὐχ ὁ λόγος τῆς εἰς αὐτὸν πίστεως αἴτιος τῶν σκανδάλων, ἀλλὰ τῶν ἀδοκίμων ἱερέων ἡ σκαιότης καὶ τῆς κακίστης αὐτῶν γνώμης ἡ ἀδια κρασία. Τοιγαροῦν ἄφνω φαίνεται ἐπάνω τοῦ ἁγίου Γολγοθᾶ ἡμέρας μεσούσης παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, καλύπτων τὴν τοῦ ἡμε τέρου ἡλίου λαμπρότητα τῇ ὑπερβολῇ τοῦ φωτὸς, ἐνώπιον πάντων τῶν τὴν πόλιν οἰκούντων, μικρῶν τε καὶ μεγάλων, πιστῶν τε καὶ ἀπίστων. Κύριλλος δὲ ἦν τότε ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, τὸν ὁμολογητὴν Μαξιμωνᾶν διαδεξάμενος. Τούτου σώζονται κατηχή σεις δεκαοκτὼ, εὐδοκίμως συγγεγραμμέναι, ἐν αἷς τὸ ἅγιον Σύμβολον ἑρμηνεύσας μνήμην τῆς τοῦ ὁμοουσίου λέξεως οὐκ ἐποιήσατο, τῶν καταδυνα στευόντων τότε τὰς συσκευὰς ὑφορώμενος. Ἔμεινε δὲ ὅμως σὺν τοῖς ἁγίοις Πατράσι, συνηγορῶν ἀγρά φως τῇ Ἐκκλησίᾳ. Οὗτος ἔγραψε τῷ βασιλεῖ Κων σταντίῳ περὶ τοῦ γενομένου σημείου. Ἄμεινον δὲ τὰ περὶ τούτου διδάξει αὐτὰ τοῦ ἐπισκόπου τὰ γράμ ματα, ἔχοντα τάδε· «Ἐπὶ μὲν τοῦ μακαρίου καὶ ἀοιδίμου πατρός σου τὸ σωτήριον εὕρηται τοῦ ζωοποιοῦ σταυροῦ ξύλον· ἐπὶ δὲ σοῦ, εὐσεβέστατε βασιλεῦ, προγονικὴ εὐσέ βειαν ἐπανάγοντος, εἰκότως οὐκ ἐκ γῆς, ἀλλ' ἐξ οὐ ρανοῦ τὰ θαυματουργήματα. Ἐν γὰρ ταῖς ἁγίαις ταύταις ἡμέραις τῆς Πεντηκοστῆς, νόναις Μαΐαις περὶ τρίτην ὥραν παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος ἐν οὐρανῷ ὑπεράνω τοῦ ἁγίου Γολ γοθᾶ καὶ μέχρι τοῦ ἁγίου ὄρους τῶν Ἐλαιῶν ἐκτεινό μενος ἐφαίνετο, οὐχ ἑνὶ καὶ δευτέρῳ μόνον φανεὶς, ἀλλὰ παντὶ τῷ τῆς πόλεως πλήθει φανερώτατα δει χθεὶς, οὐδ' ὡς ἄν τις νομίσαι, ὀξέως ἢ καὶ κατὰ φαντασίαν παραδραμὼν, ἀλλ' ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καὶ ταῖς ἀπαστραπτούσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτῖνας νικήσας. Ἢ γὰρ ἂν νικώμενος ὑπ' αὐτῶν ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὁρῶσι παρεῖχε τὰς λαμπηδόνας, ὡς ἅπαν ἐξ αὐτῆς τῆς ἁγίας Ἐκκλη σίας συνδραμεῖν τὸ πλῆθος, τῷ τῆς θεοπτίας φόβῳ συσχεθὲν ἐξ οὐρανοῦ θεόθεν γεγενημένης.» Καὶ ταῦτα μὲν ὁ ἐπίσκοπος. Ἐκ ταύτης δὲ παραδοξοποιίας πολλαὶ χιλιάδες προσετέθησαν τῇ πίστει. Ἕως ὧδε περὶ τῆς εὑρέ σεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω, 4072 καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων παραξένων παρεισαγα γεῖ τῇ ὑποθέσει. Οὐδὲ γὰρ ἐπίσκοπος ἕτερος γέγονε πώποτε παρὰ τοὺς προγεγραμμένους, οὐδὲ βασιλεὺς ἕτερος Ῥωμαίων, οὐδὲ ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυ ρὸς ἀνεκηρύχθη. Ἀπὸ γὰρ Αὐγούστου τοῦ βασιλέως,
17