17
Ἀλέξαν δρος ἐδέχετο κατὰ φιλανθρωπίαν τῆς μεγάλης συνόδου τοὺς ἀπὸ τοῦ σχίσματος Μελιτίου, ὠνομάσθαι αὐτὸν ὑπὸ Μελιτίου μετὰ τῶν αὐτοῦ διεβεβαιοῦντο· ὃ καὶ μέγιστόν ἐστι τεκμήριον μὴ εἶναι αὐτὸν μήτε Μελιτίου. εἰ γὰρ ἦν, πάντως καὶ αὐτὸς αὐτοῖς συνηριθ 28.7 μεῖτο. ἄλλως τε καὶ ἐν ἄλλοις ὁ Ἰσχύρας ψευσάμενος ἐδείκνυτο ὑπὸ Ἀθανασίου ἐκ τῶν ὑπομνημάτων· κατηγορήσας γὰρ ὡς βιβλίων κεκαυμένων ὅτε, ὡς λέγουσι, Μα κάριος ἐπέστη, ἠλέγχθη ὑφ' ὧν αὐτὸς ἤνεγκε μαρτύρων ψευσάμενος.
29.1 Τούτων τοίνυν οὕτως λεγομένων καὶ τοσούτων μὲν ὄντων τῶν μαρτύρων τῶν ὑπὲρ αὐτοῦ, τοσούτων δὲ δικαιωμάτων προφερομένων ὑπ' αὐτοῦ, τί ἔδει ποιεῖν ἡμᾶς; ἢ τί ὁ ἐκκλησιαστικὸς κανὼν ἀπαιτεῖ ἢ μὴ καταγνῶναι τοῦ ἀνδρός, ἀλλὰ μᾶλλον ἀποδέ 29.2 ξασθαι καὶ ἔχειν αὐτὸν ἐπίσκοπον, ὥσπερ καὶ εἴχομεν; καὶ γὰρ πρὸς τούτοις πᾶσι παρέμεινεν ἐνταῦθα ἐνιαυτὸν καὶ ἓξ μῆνας ἐκδεχόμενος τὴν παρουσίαν ὑμῶν ἢ τῶν βου λομένων ἐλθεῖν· τῇ δὲ παρουσίᾳ ἐδυσώπει πάντας, ὅτι οὐκ ἂν παρῆν εἰ μὴ ἐθάρρει. καὶ γὰρ οὐκ ἀφ' ἑαυτοῦ ἐλήλυθεν, ἀλλὰ κληθεὶς καὶ λαβὼν γράμματα παρ' ἡμῶν, καθάπερ 29.3 καὶ ὑμῖν ἐγράψαμεν. καὶ ὅμως μετὰ τοσαῦτα ὑμεῖς ὡς «παρὰ κανόνας ποιήσαντας» ἡμᾶς ἐμέμψασθε. σκοπεῖτε τοίνυν, τίνες εἰσὶν οἱ παρὰ κανόνας πράξαντες, ἡμεῖς οἱ μετὰ τοσούτων ἀποδείξεων τὸν ἄνδρα δεξάμενοι ἢ οἱ ἀπὸ τριάκοντα καὶ ἓξ μονῶν ἐν Ἀντιο χείᾳ ὀνομάσαντές τινα ὡς ἐπίσκοπον ξένον καὶ ἀποστείλαντες εἰς τὴν Ἀλεξάνδρειαν μετὰ στρατιωτικῆς ἐξουσίας; ὅπερ οὐ γέγονεν οὐδὲ εἰς Γαλλίας αὐτοῦ ἀποσταλέντος· ἐγεγόνει γὰρ ἂν καὶ τότε, εἰ ὄντως ἦν καταγνωσθείς. ἀμέλει ἐπανελθὼν σχολάζουσαν καὶ ἐκδεχομένην αὐτὸν τὴν ἐκκλησίαν εὗρεν.
30.1 Ἀλλὰ νῦν οὐκ οἶδα, ποίῳ τρόπῳ γέγονε τὰ γενόμενα. πρῶτον μὲν γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐκ ἔδει γραψάντων ἡμῶν σύνοδον γενέσθαι προλαβεῖν τινας τὴν ἐκ τῆς συνόδου κρίσιν. ἔπειτα οὐκ ἔδει τοιαύτην καινοτομίαν κατὰ τῆς ἐκκλησίας γενέσθαι. ποῖος γὰρ κανὼν ἐκκλησιαστικὸς ἢ ποία παράδοσις ἀποστολικὴ τοιαύτη, ὥστε εἰρη νευούσης ἐκκλησίας καὶ ἐπισκόπων τοσούτων ὁμόνοιαν ἐχόντων πρὸς τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον ἀποσταλῆναι Γρηγόριον, ξένον μὲν τῆς πόλεως, μήτε ἐκεῖ βαπτισθέντα μήτε γινωσκόμενον τοῖς πολλοῖς, μὴ αἰτηθέντα παρὰ πρεσβυτέρων, μὴ παρ' ἐπισκόπων, μὴ παρὰ λαῶν, ἀλλὰ κατασταθῆναι μὲν ἐν Ἀντιοχείᾳ, ἀποσταλῆναι δὲ εἰς τὴν Ἀλεξάνδρειαν, οὐ μετὰ πρεσβυτέρων, οὐ μετὰ διακόνων τῆς πόλεως, οὐ μετὰ 30.2 ἐπισκόπων τῆς Αἰγύπτου, ἀλλὰ μετὰ στρατιωτῶν; τοῦτο γὰρ ἔλεγον καὶ ᾐτιῶντο οἱ ἐνταῦθα ἐλθόντες. εἰ γὰρ καὶ μετὰ τὴν σύνοδον ὑπεύθυνος ἦν εὑρεθεὶς ὁ Ἀθανάσιος, οὐκ ἔδει τὴν κατάστασιν οὕτως παρανόμως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν κανόνα γενέ σθαι, ἀλλ' ἐπ' αὐτῆς τῆς ἐκκλησίας, ἀπ' αὐτοῦ τοῦ ἱερατείου, ἀπ' αὐτοῦ τοῦ κλήρου τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπους ἔδει καταστῆσαι καὶ μὴ νῦν τοὺς ἀπὸ τῶν ἀποστόλων κανόνας παραλύεσθαι. ἆρα γάρ, εἰ καθ' ἑνὸς ὑμῶν ἐγεγόνει τὸ τοιοῦτον, οὐκ ἂν ἐβοήσατε, 30.3 οὐκ ἂν ἠξιώσατε ὡς παραλελυμένων τῶν κανόνων ἐκδικηθῆναι; ἀγαπητοί, ὡς θεοῦ παρόντος μετὰ ἀληθείας φθεγγόμεθα καὶ λέγομεν· οὐκ ἔστι τοῦτο εὐσεβὲς οὐδὲ νόμιμον οὐδὲ ἐκκλησιαστικόν. καὶ γὰρ καὶ τὰ λεγόμενα γεγενῆσθαι παρὰ Γρηγορίου ἐν τῇ εἰσόδῳ αὐτοῦ δείκνυσι τὴν τῆς καταστάσεως τάξιν. ἐν γὰρ τοιούτοις εἰρηνικοῖς καιροῖς, ὡς αὐτοὶ οἱ ἐλθόντες ἀπὸ τῆς Ἀλεξανδρείας ἀπήγγειλαν, καθὼς καὶ οἱ ἐπίσκοποι ἔγραψαν, ἡ ἐκκλησία ἐμπρησμὸν ὑπέμεινε, παρθένοι ἐγυμνώθησαν, μονάζοντες κατε πατήθησαν, πρεσβύτεροι καὶ πολλοὶ τοῦ λαοῦ ᾐκίσθησαν καὶ βίαν πεπόνθασιν, ἐπί σκοποι ἐφυλακίσθησαν, περιεσύρησαν πολλοί, τὰ ἅγια μυστήρια, ἐφ' οἷς ᾐτιῶντο Μα κάριον τὸν πρεσβύτερον, ὑπὸ ἐθνικῶν διηρπάζετο καὶ εἰς γῆν ἐβάλλετο, ἵνα τὴν Γρηγο 30.4 ρίου τινὲς κατάστασιν δέξωνται. τὰ δὲ τοιαῦτα