τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται καθ' ὥραν; Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐν οχλεῖς; ἔφη· Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς, ἀλλ' αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα. Οὐκ ἀνέγνωσαν, ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομ φαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες; οὐκ ἔτι τόπον ἔχω, οὐ βέλος, οὐ πόλιν. Πανταχοῦ Χριστιανοὶ γεγόνασι· λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν, καὶ μὴ μάτην με καταράσθω σαν. Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν, εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν, καὶ μηδέποτε λέγων ἀλήθειαν, ὅμως τοῦτο νῦν, καὶ μὴ θέλων, εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς, ἐλθὼν, ἀσθενῆ σε πεποίηκε, καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος, ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα, καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν, ἀφανὴς γέγονεν. Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι, ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ, μαθόντες αὐτῶν τὴν ἀσθένειαν, καταφρο νεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προ καταπίπτωμεν τῇ διανοίᾳ, μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας, μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φό βους, λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάξας καταβάλῃ, ἢ ἐξαίφνης ἐπιστὰς 26.905 ἐκταράξῃ. Μηδ' ὅλως ἐνθυμώμεθα τοιαῦτα, μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ, ὡς σωζόμενοι· καὶ λογιζώμεθα τῇ ψυχῇ, ὅτι Κύριος μεθ' ἡμῶν ἐστιν, ὁ τροπώσας καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεὶ, ὅτι, ὄντος τοῦ Κυρίου μεθ' ἡμῶν, οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν. Ἐλθόντες γὰρ, ὁποίους ἂν εὕρωσιν ἡμᾶς, τοιοῦτοι καὶ αὐτοὶ γίνον ται πρὸς ἡμᾶς, καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας, οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν. Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους, εὐθὺς αὐτοὶ, ὡς λῃσταὶ, τὸν τόπον ἀφύλακτον εὑρόν τες, ἐπιβαίνουσι· καὶ ὅπερ ἀφ' ἑαυτῶν λογιζόμεθα, τοῦτο μετὰ προσθήκης ποιοῦσιν. Ἐὰν γὰρ βλέ πωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας, μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς, καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολά ζεται ψυχή· ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυ ρίῳ, καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου, καὶ διαλογιζο μένους, ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ, καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ, οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος· βλέποντες ἠσφαλισμέ νην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς, ἀποστρέφον ται κατῃσχυμμένοι. Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον, ἀνεχώρησεν ἀπ' αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν, ᾐχμαλώτισεν. Ὥστε, εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ, λογιζώ μεθα ἀεὶ τὰ τοῦ Κυρίου, καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι· καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια, καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοὶ, καθὰ προεῖπον, δειλοὶ, προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ. Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ' ἐκείνων ἔχετε παρ' ἑαυτοῖς τὸ τεκμήριον· Ὅταν τις φαντασία γένηται, μὴ προκατάπιπτε ἐν δειλίᾳ, ἀλλ' ὁποία ἂν ᾖ, θαῤῥῶν ἐρώτα πρῶτον· Τίς εἶ σὺ, καὶ πόθεν; 26.908 Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία, πληροφοροῦσί σε, καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν· ἐὰν δὲ δια βολική τις ᾖ, εὐθὺς ἐξασθενεῖ, βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν· ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι· Τίς εἶ, καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ, ἐρωτήσας, ἔμαθεν· ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν ∆ανιήλ. Ταῦτα διαλεγομένου τοῦ Ἀντωνίου, πάντες ἔχαιρον· καὶ τῶν μὲν ὁ ἔρως τῆς ἀρετῆς ηὔξανε, τῶν δὲ ἡ ὀλιγωρία
17