Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης· οὐ γὰρ πρὸς ἕνα ἄνθρωπον ὁ Κύριος τὴν ἀγάπην ἐνετείλατο, ἀλλὰ πρὸς ἅπαντας. Οὐκοῦν οὐ δέον ἔχοντας παριδεῖν τοὺς χρῄζοντας. Ὑποκλέπτε ται γὰρ τὸ τῆς ἀγάπης. Τὸ μὲν γὰρ πᾶσιν ἐξα ρκεῖν ἀδύνατον ἀνθρώπῳ· Θεοῦ δὲ τοῦτο ἔργον. Τί οὖν, φησὶν, ὁ μὴ ἔχων, περὶ ἐλεημοσύνης ἀγωνίζῃ, καὶ αὕτη σοι πρόφασις τοῦ κτήσασθαι γίνε ται; Κοσμικοῖς τοῦτο προστέτακται. Οὐ γὰρ τοσοῦ τον πρὸς τὸ τραφῆναι τὸν πένητα ἡ ἐλεημοσύνη ὥρι σται, ὅσον διὰ τὴν ἀγάπην. Ὁ γὰρ τὸν πλούσιον διοι κῶν Θεὸς καὶ τὸν πένητα τρέφει. Περιττῶς οὖν ἡ ἐλεημοσύνη προσετάγη; Μὴ γένοιτο! ἀλλὰ ἀρχὴ τῆς ἀγάπης τοῖς μὴ εἰδόσι γίνεται. Ὥσπερ γὰρ ὑπογραμ μὸς ἦν ἡ τῆς ἀκροβυστίας περιτομὴ τῆς καρδίας, οὕτως ἡ ἐλεημοσύνη τῆς ἀγάπης διδάσκαλος κατ έστη. Οἷς οὖν ἡ ἀγάπη ἐκ χάριτος ἐδόθη περιττὴ ἡ ἐλεημοσύνη. Οὐ διαβάλλουσα τὸν ἔλεον ταῦτα λέγω· ἀλλὰ τῆς ἀκτημοσύνης τὸ καθαρὸν δεικνύουσα. Μὴ γινέ σθω οὖν κώλυσις τὸ ἔλαττον τοῦ μείζονος. Ἐν ὀλίγῳ τὸ μικρὸν κατώρθωσας· πάντα γὰρ ὑφ' ἓν δέδωκας· πρὸς τὸ μεῖζον λοιπὸν ἀνάνευσον, τὴν ἀγάπην. Σταυ ροφόρος γὰρ τυγχάνεις. Σὺ τὴν ἐλευθέραν φωνὴν ὀφείλεις εἰπεῖν, τὸ, Ἰδοὺ πάντα ἀφήκαμεν, καὶ 28.1532 ἠκολουθήσαμέν σοι. Σὺ τὴν εὐπαῤῥησίαστον γλῶτ ταν τῶν ἀποστόλων μιμήσασθαι κατηξιώθης. Φησὶ γὰρ Πέτρος καὶ Ἰωάννης, ὡς Χρυσίον καὶ ἀργύριον οὐχ ὑπάρχει μοι. ∆ιπλῆ μὲν ἡ γλῶττα, ἀλλὰ μονό τροπος ἡ πίστις. Καὶ ἐν τοῖς κοσμικοῖς δὲ μὴ ἁπλῶς οὕτως ἐλεη μοσύνη γινέσθω. Φησὶ γὰρ, ὡς Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Προσήκει οὖν τὸν ἐλεοῦντα Ἀβραμιαῖον ἔχειν τὸ φρόνημα, καὶ ὡς ἐκεῖνος τὸ δίκαιον δικαίως πράττειν. Φιλοξενῶν γὰρ ὁ δίκαιος, μετὰ τῆς ἑστίας καὶ τὴν γνώμην παρέθη κεν. Ἔστη γὰρ, φησὶν, ὑπηρετῶν, μὴ βουληθεὶς τοὺς οἰκέτας συμμεριστὰς τοῦ κέρδους γενέσθαι. Ἀληθῶς οἱ τοιοῦτοι μισθὸν τῆς ἐλεημοσύνης ἕξουσι, κἂν ἐν τῷ δευτέρῳ τάγματι τυγχάνωσιν. Ὁ γὰρ Κύριος, δημιουργήσας τὴν οἰκουμένην, διπλῆν ἐν αὐτῇ τῶν οἰκητόρων ἔθετο τὴν τάξιν. Τοῖς μὲν γὰρ σεμνῶς βιοῦσι διὰ τὴν παιδοποιίαν τὸν γάμον προσ έταξε· τοῖς δὲ διὰ καθαρότητα βίου τὴν ἁγνείαν προσ έταξεν, ἰσαγγέλους αὐτοὺς ποιῶν· καὶ τοῖς μὲν νό μους καὶ ἐκδικήσεις καὶ διδασκαλίας παρέδωκε· τούτοις δέ φησιν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταπο δώσω, λέγει Κύριος. Ἐκεῖ φησιν· Ἐργάσῃ τὴν γῆν· καὶ ὧδε μὴ μεριμνῆσαι τῆς αὔριον κελεύει. Ἐκείνοις νόμον ἔδωκεν· ἡμῖν δὲ διὰ χάριτος αὐτοψεὶ τὰς ἐντολὰς ἐγνώρισεν. Σταυρὸς ἡμῖν ἐστι τὸ τρόπαιον τῆς νίκης. Τὸ γὰρ ἐπάγγελμα ἡμῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀποταγὴ βίου, μελέτη θανάτου. Ὥσπερ οὖν οἱ νεκροὶ οὐκ ἐνεργοῦσι τῷ σώματι, οὕτω καὶ ἡμεῖς. Ὅσα γὰρ ἦν δι' αὐτοῦ ἐπιτελέσαι, πεποιήκαμεν ὅτε ἦμεν νήπιοι. Φησὶ γὰρ ὁ Ἀπόστολος, ὡς Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Τῇ ψυχῇ ζῶμεν· αὐτῇ τὰς ἀρετὰς ἐπιδείξωμεν· κατὰ διάνοιαν ἐλεήσωμεν· Μα κάριοι γὰρ οἱ ἐλεήμονες τῇ ψυχῇ. Ὥσπερ γὰρ ἐκεῖ λέγει, ὅτι ὁ ἐπιθυμήσας κάλλους, καὶ δίχα τῆς πρά ξεως, ἀμάρτυρον τὴν ἁμαρτίαν εἰργάσατο· οὕτως ἐνταῦθα ἡ ἐλεημοσύνη εἴρηται, τῆς γνώμης τὴν πρᾶ ξιν τελούσης, κἂν τὸ ἀργύριον ἄπεστι, τῇ μείζονι ἀξίᾳ τετιμήμεθα. Ὥσπερ γὰρ οἱ κατὰ τὸν κόσμον δεσπόται δια φόρους οἰκετῶν ὑπηρεσίας κέκτηνται· καὶ τοὺς μὲν ἐν τοῖς χωρίοις ἐκπέμπουσι, πρὸς τὸ τὰς γαίας ἐργά ζεσθαι, καὶ τὴν τοῦ γένους διαδοχὴν φυλάττειν· τοὺς δὲ, ἐὰν ἐπιεικεῖς καὶ περικαλλεῖς ἐξ αὐτῶν γενομένους θεάσωνται, ἐν τοῖς ἰδίοις οἴκοις μεθιστῶσι πρὸς τὴν ἑαυτῶν ὑπηρεσίαν· οὕτως καὶ ὁ Κύριος τοὺς μὲν τὸν σεμνὸν γάμον ἑλομένους, ἐν τῷ τοῦ κόσμου χω ρίῳ ἔθετο· τοὺς δὲ τούτων

17