1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

17

ἀφανῆ γινόμενον, πρὸς τοίνυν τούτους φαμέν· εἴτε χρόνος ἐστὶν ὁ Κρόνος, μεταβάλλει, εἴτε καιρός, τρέπεται, εἴτε σκότος ἢ πάγος ἢ οὐσία ὑγρά, οὐδὲν αὐτῶν μένει· τὸ δὲ θεῖον καὶ ἀθάνατον καὶ ἀκίνητον καὶ ἀναλλοίωτον· οὔτε ἄρα ὁ Κρόνος οὔτε τὸ ἐπ' αὐτῷ εἴδωλον θεός. περὶ δὲ τοῦ ∆ιός, εἰ μὲν ἀήρ ἐστι γεγονὼς ἐκ Κρόνου, οὗ τὸ μὲν ἄρσεν ὁ Ζεύς, τὸ δὲ θῆλυ Ἥρα (διὸ καὶ ἀδελφὴ καὶ γυνή), ἀλλοιοῦται, εἰ δὲ καιρός, τρέπεται· οὔτε δὲ μεταβάλλει οὔτε μεταπίπτει τὸ θεῖον. τί δὲ <δεῖ ὑμῖν ἐπὶ> πλέον λέγοντα ἐνοχλεῖν, οἳ ἄμεινον τὰ παρ' ἑκάστοις τῶν πεφυσιολογηκότων οἴδατε, ποῖα περὶ τῆς φύσεως ἐνόησαν οἱ συγγραψάμενοι ἢ περὶ τῆς Ἀθηνᾶς, ἣν φρόνησιν διὰ πάντων διήκουσάν φασιν, ἢ περὶ τῆς Ἴσιδος, ἣν φύσιν αἰῶνος, ἐξ ἧς πάντες ἔφυσαν καὶ δι' ἧς πάντες εἰσίν, λέγουσιν, ἢ περὶ τοῦ Ὀσίριδος, οὗ σφαγέντος ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ περὶ πελώρου τοῦ υἱοῦ ἡ Ἰσις ζητοῦσα τὰ μέλη καὶ εὑροῦσα ἤσκησεν εἰς ταφήν, ἣ ταφὴ ἕως νῦν Ὀσιριακὴ καλεῖται; ἄνω κάτω γὰρ περὶ τὰ εἴδη τῆς ὕλης στρεφόμενοι ἀποπίπτουσιν τοῦ λόγῳ θεωρητοῦ θεοῦ, τὰ δὲ στοιχεῖα καὶ τὰ μόρια αὐτῶν θεοποιοῦσιν, ἄλλοτε ἄλλα ὀνόματα αὐτοῖς τιθέμενοι, τὴν μὲν τοῦ σίτου σπορὰν Ὄσιριν (ὅθεν φασὶ μυστικῶς ἐπὶ τῇ ἀνευρέσει τῶν μελῶν ἢ τῶν καρπῶν ἐπιλεχθῆναι τῇ Ἴσιδι "εὑρήκαμεν, συγ χαίρομεν"), τὸν δὲ τῆς ἀμπέλου καρπὸν ∆ιόνυσον καὶ Σεμέλην αὐτὴν τὴν ἄμπελον καὶ κεραυνὸν τὴν τοῦ ἡλίου φλόγα. καίτοι γε πάντα μᾶλλον ἢ θεολογοῦσιν οἱ τοὺς μύθους .... θεο ποιοῦντες, οὐκ εἰδότες ὅτι οἷς ἀπολογοῦνται ὑπὲρ τῶν θεῶν, τοὺς ἐπ' αὐτοῖς λόγους βεβαιοῦσιν. τί ἡ Eὐρώπη καὶ ὁ Ταῦρος καὶ ὁ Κύκνος καὶ ἡ Λήδα πρὸς γῆν καὶ ἀέρα, ἵν' ἡ πρὸς ταύτας μιαρὰ τοῦ ∆ιὸς μῖξις ᾖ γῆς καὶ ἀέρος; ἀλλὰ ἀποπίπτοντες τοῦ μεγέθους τοῦ θεοῦ καὶ ὑπερκύψαι τῷ λόγῳ (οὐ γὰρ ἔχουσιν συμ πάθειαν εἰς τὸν οὐράνιον τόπον) οὐ δυνάμενοι, ἐπὶ τὰ εἴδη τῆς ὕλης συντετήκασιν καὶ καταπίπτοντες τὰς τῶν στοιχείων τροπὰς θεο ποιοῦσιν, ὅμοιον εἰ καὶ ναῦν τις, ἐν ᾗ ἔπλευσεν, ἀντὶ τοῦ κυβερνήτου ἄγοι. ὡς δὲ οὐδὲν πλέον νεώς, κἂν ᾖ πᾶσιν ἠσκημένη, μὴ ἐχούσης τὸν κυβερνήτην, οὐδὲ τῶν στοιχείων ὄφελος διακεκοσμημένων δίχα τῆς παρὰ τοῦ θεοῦ προνοίας. ἥ τε γὰρ ναῦς καθ' ἑαυτὴν οὐ πλευσεῖται τά τε στοιχεῖα χωρὶς τοῦ δημιουργοῦ οὐ κινηθήσεται. Eἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μὴ εἰσὶν θεοί, ἐφ' οἷς ἱδρυόμεθα τὰ ἀγάλματα; οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ' ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίγνεσθαί τινας ἐπ' ὀνόματι εἰδώλων ἐνεργείας