εἶναι. Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν. Τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν, 1.6.50.2 ἣν ἔαρ καλοῦμεν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχύλων τὸ τηνικάδε οὐσῶν καὶ ἐνίκμων, αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν φλεβῶν, κυρτουμένων τῶν ἀγγείων, δείκνυται· ἐκ δὲ τοῦ αἵματος δαψιλέστερον χεῖται τὸ γάλα· θέρους δ' ἔμπαλιν ὑπὸ τοῦ καύματος συγκαιόμενον καὶ ἀναξηραινόμενον ἵστησι τὴν μεταβολὴν τὸ αἷμα, καὶ ταύτῃ ἔλαττον ἀμέλγονται. 1.6.50.3 Ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τὸ γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τροφὴν τὸ λου τρὸν τὸ πνευματικόν· οἱ γοῦν ἐπιρροφοῦντες τῷ προειρημένῳ γάλακτι ψυχροῦ ὀλίγον ὕδατος ὠφελοῦνται παραχρῆμα· οὐ γὰρ ἀποξύνεσθαι τὸ γάλα ἐᾷ ἡ πρὸς τὸ ὕδωρ κοινωνία, οὐκ ἀντιπα1.6.50.4 θείᾳ τινί, προσπεπαινομένου δὲ προσπαθείᾳ. Καὶ ἣν ὁ λόγος ἔχει πρὸς τὸ βάπτισμα κοινωνίαν, ταύτην ἔχει τὸ γάλα τὴν συναλλαγὴν πρὸς τὸ ὕδωρ. ∆έχεται γὰρ μόνον τῶν ὑγρῶν τοῦτο καὶ τὴν πρὸς τὸ ὕδωρ μῖξιν ἐπὶ κάθαρσιν παραλαμβανόμενον καθά1.6.51.1 περ τὸ βάπτισμα ἐπὶ ἀφέσει ἁμαρτιῶν. Μίγνυται δὲ καὶ μέλιτι προσφυῶς καὶ τοῦτο ἐπὶ καθάρσει πάλιν μετὰ γλυκείας τῆς τροφῆς· μιγνύμενος γὰρ ὁ λόγος φιλανθρωπίᾳ ἰᾶταί τε ἅμα τὰ πάθη καὶ ἀνακαθαίρει τὰς ἁμαρτίας· καὶ τὸ μέλιτος γλυκίων ῥέεν αὐδὴ ἐπὶ τοῦ λόγου λελέχθαι μοι δοκεῖ, ὅς ἐστιν μέλι· καὶ πολλαχοῦ δὲ ἡ προφητεία ὑπὲρ μέλι καὶ κηρίον ἀνάγει. Ναὶ μὴν ἐπιμίγνυται τὸ γάλα καὶ οἴνῳ τῷ γλυκεῖ, ἐπωφελὴς δὲ ἡ μῖξις, καθάπερ ἀνακιρναμένου τοῦ πάθους εἰς ἀφθαρσίαν· ἐξορροῦται γὰρ ὑπὸ τοῦ οἴνου τὸ γάλα καὶ σχίζεται, καὶ ὅτι1.6.51.2 περ αὐτοῦ νόθον, τοῦτ' ἀποχετεύεται. Κατὰ τὰ αὐτὰ δὲ τῆς πίστεως ἡ κοινωνία ἡ πνευματικὴ πρὸς τὸν παθητὸν ἄνθρωπον, τὰς σαρκικὰς ἐπιθυμίας ἐξορροῦσα, εἰς ἀιδιότητα 1.6.51.3 συστέλλει τὸν ἄνθρωπον, τοῖς θείοις ἀπαθανατίζουσα. Ἀλλ' οἱ πολλοὶ δὲ καὶ τῷ λιπαρῷ τοῦ γάλακτος, ὃ δὴ βούτυρον καλοῦσιν, καταχρῶνται εἰς λύχνον, τὸ πολυέλαιον τοῦ λόγου δι' αἰνίγματος ἀριδήλου σαφηνίσαντες, ὡς μόνου τοῦδε ἐνδίκως καὶ τρέφοντος καὶ αὔξοντος καὶ φωτίζοντος τοὺς νηπίους. 1.6.52.1 ∆ιὰ τοῦτο γὰρ καὶ ἡ γραφὴ περὶ τοῦ κυρίου λέγει ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν, ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ τὰ ἐπὶ τούτοις ἔδωκεν αὐτοῖς· ἀλλὰ καὶ τὴν γέννησιν τοῦ παιδίου ὁ προφητεύων βούτυρον φησὶν ἔδεται καὶ μέλι. 1.6.52.2 Ἐμοὶ δὲ καὶ θαυμάζειν ἔπεισιν ὅπως σφᾶς τελείους τινὲς τολμῶσι καλεῖν καὶ γνωστικούς, ὑπὲρ τὸν ἀπόστολον φρονοῦντες, φυσιούμενοί τε καὶ φρυαττόμενοι, αὐτοῦ ὁμολογοῦντος τοῦ Παύλου περὶ ἑαυτοῦ· οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω 1.6.52.3 κλήσεως ἐν Χριστῷ Ἰησοῦ. Καὶ τέλειον μὲν ἑαυτὸν ἡγεῖται, ὅτι ἀπήλλακται τοῦ προτέρου βίου, ἔχεται δὲ τοῦ κρείττονος, οὐχ ὡς ἐν γνώσει τέλειος, ἀλλ' ὡς τοῦ τελείου ἐφιέμενος· διὸ καὶ ἐπιφέρει ὅσοι οὖν τέλειοι, τοῦτο φρονοῦμεν, τελείωσιν δηλονότι λέγων τὸ ἀποτετάχθαι ταῖς ἁμαρτίαις καὶ εἰς πίστιν τοῦ μόνου τελείου ἀναγεγεννῆσθαι, ἐκλαθομένους τῶν κατόπισθεν ἁμαρτιῶν. 1.7.t.1 Τίς ὁ παιδαγωγός, καὶ περὶ τῆς παιδαγωγίας αὐτοῦ. Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι