Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ ὁ Εὐμόλπου καὶ ∆αείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; Αἱ δὲ Κελεοῦ 3.45.2 θυγατέρες οὐχὶ ἐν Ἐλευσῖνι τετάφαται; Τί σοι καταλέγω τὰς Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν ∆ήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ ∆ηλίου ἐστὶν ἱερῷ. Λεάνδριος δὲ Κλέοχον 3.45.3 ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ ∆ιδυμαίῳ φησίν. Ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν Τελμισσῷ βωμὸν τοῦ Ἀπόλλωνος· μνῆμα εἶναι καὶ τοῦτον Τελμισσέως τοῦ 3.45.4 μάντεως ἱστοροῦσιν. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ αʹ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους 3.45.5 κεκηδεῦσθαι. Ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ' ὁ πᾶς ἂν ἀρκέσῃ χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς ὄντως πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί. 4.46.1 Εἰ δ' ἔτι πρὸς τούτοις φέρων ὑμῖν τὰ ἀγάλματα αὐτὰ ἐπισκοπεῖν παραθείην, ἐπιόντες ὡς ἀληθῶς λῆρον εὑρήσετε τὴν συνήθειαν, "ἔργα χειρῶν ἀνθρώπων" ἀναίσθητα προσ 4.46.2 τρεπόμενοι. Πάλαι μὲν οὖν οἱ Σκύθαι τὸν ἀκινάκην, οἱ Ἄραβες τὸν λίθον, οἱ Πέρσαι τὸν ποταμὸν προσεκύνουν, καὶ τῶν ἄλλων ἀνθρώπων οἱ ἔτι παλαιότεροι ξύλα ἱδρύοντο περιφανῆ καὶ κίονας ἵστων ἐκ λίθων· ἃ δὴ καὶ ξόανα 4.46.3 προσηγορεύετο διὰ τὸ ἀπεξέσθαι τῆς ὕλης. Ἀμέλει ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον, καὶ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπείᾳ πρέμνον ἐκκεκομ μένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο. Ἐπεὶ δὲ ἀνθρώποις ἀπεικονίζεσθαι τὰ ξόανα ἤρξατο, βρέτη τὴν ἐκ βροτῶν ἐπωνυμίαν ἐκαρπώ 4.46.4 σατο. Ἐν Ῥώμῃ δὲ τὸ παλαιὸν δόρυ φησὶ γεγονέναι τοῦ Ἄρεως τὸ ξόανον Οὐάρρων ὁ συγγραφεύς, οὐδέπω τῶν τεχνιτῶν ἐπὶ τὴν εὐπρόσωπον ταύτην κακοτεχνίαν ὡρμη κότων. Ἐπειδὴ δὲ ἤνθησεν ἡ τέχνη, ηὔξησεν ἡ πλάνη. 4.47.1 Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον· οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς 4.47.2 ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον. Τὸν μὲν οὖν Ὀλυμ πίασι ∆ία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές· τὸ δὲ ἐν Σάμῳ τῆς Ἥρας ξόανον Σμίλιδι τῷ Εὐκλείδου πεποιῆσθαι Ὀλύμπιχος4.47.3 ἐν Σαμιακοῖς ἱστορεῖ. Μὴ οὖν ἀμφιβάλλετε, εἰ τῶν Σεμνῶν Ἀθήνησι καλουμένων θεῶν τὰς μὲν δύο Σκόπας ἐποίησεν ἐκ τοῦ καλουμένου λυχνέως λίθου, Κάλως δὲ τὴν μέσην αὐταῖν· ἱστοροῦντα ἔχω σοι Πολέμωνα δεικνύναι 4.47.4 ἐν τῇ τετάρτῃ τῶν Πρὸς Τίμαιον· μηδὲ τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα ∆ιὸς καὶ Ἀπόλλωνος <εἰ> Φειδίας πάλιν ἐκεῖνα τὰ ἀγάλματα καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται· εἰ δέ, ὥς φασί τινες, Βρυάξιος ἦν τέχνη, οὐ διαφέρομαι· ἔχεις καὶ τοῦτον ἀγαλ 4.47.5 ματουργόν· ὁπότερον αὐτοῖν βούλει ἐπίγραφε. Καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα. ∆ημήτριος γὰρ ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην 4.47.6 ὄγχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει. Πολλοὶ δ' ἂν τάχα που θαυμάσειαν, εἰ μάθοιεν τὸ