νύκτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά τι 42.6 καὶ μεῖζον συμπράττειν ἠξίουν. ὃ δὲ κατ' ὀλίγον προσειθίζετο καὶ διὰ μέγεθος φύσεως ἐκστὰς ὥσπερ ἄστομος καὶ εὔρωστος ἵππος ὀρθῆς ὁδοῦ καὶ τὸν χαλινὸν ἐνδακὼν μειζόνως κατὰ τῶν βαράθρων 42.7 ἐφέρετο. ἀπογνοὺς δὲ τελέως τὴν ἐν θεῷ σωτηρίαν οὐδὲν ἔτι μικρὸν διενοεῖτο, ἀλλὰ μέγα τι πράξας, ἐπειδήπερ ἅπαξ ἀπολώλει, ἴσα τοῖς ἄλλοις παθεῖν ἠξίου. αὐτοὺς δὴ τούτους ἀναλαβὼν καὶ λῃστήριον συγκροτήσας, ἕτοιμος λῄσταρχος ἦν, βιαιότατος, μιαιφονώτατος, χαλεπώτατος. 42.8 χρόνος ἐν μέσῳ, καί τινος ἐπιπεσούσης χρείας ἀνακαλοῦσι τὸν Ἰωάννην. ὃ δέ, ἐπεὶ τὰ ἄλλα ὧν χάριν ἧκεν κατεστήσατο, "ἄγε δή", ἔφη, "ὦ ἐπίσκοπε, τὴν παραθήκην ἀπόδος ἡμῖν, ἣν ἐγώ τε καὶ ὁ Χριστός σοι παρακατεθέμεθα ἐπὶ τῆς ἐκκλησίας, ἧς προκαθέζῃ, μάρτυρος." 42.9 ὃ δὲ τὸ μὲν πρῶτον ἐξεπλάγη, χρήματα οἰόμενος, ἅπερ οὐκ ἔλαβε, συκοφαντεῖσθαι, καὶ οὔτε πιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ εἶχεν οὔτε ἀπιστεῖν Ἰωάννῃ· ὡς δὲ "τὸν νεανίσκον" εἶπεν "ἀπαιτῶ καὶ τὴν ψυχὴν τοῦ ἀδελφοῦ", στενάξας κάτωθεν ὁ πρεσβύτης καί τι καὶ ἐπιδακρύσας, "ἐκεῖνος" ἔφη "τέθνηκε". "πῶς καὶ τίνα θάνατον;" "θεῷ τέθνηκεν" εἶπεν· "ἀπέβη γὰρ πονηρὸς καὶ ἐξώλης καί, τὸ κεφάλαιον, λῃστής, καὶ νῦν ἀντὶ τῆς ἐκκλησίας τὸ ὄρος κατείληφε μεθ' ὁμοίου 42.10 στρατιωτικοῦ." καταρρηξάμενος τὴν ἐσθῆτα ὁ ἀπόστολος καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλήν, "καλόν γε" ἔφη "φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον· ἀλλ' ἵππος ἤδη μοι παρέστω καὶ ἡγεμὼν γενέσθω μοί τις τῆς ὁδοῦ." ἤλαυνεν, ὥσπερ εἶχεν, αὐτόθεν 42.11 ἀπὸ τῆς ἐκκλησίας. ἐλθὼν δὲ εἰς τὸ χωρίον ὑπὸ τῆς προφυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων μήτε παραιτούμενος, ἀλλὰ 42.12 βοῶν· "ἐπὶ τοῦτ' ἐλήλυθα, ἐπὶ τὸν ἄρχοντα ὑμῶν ἀγάγετέ με." ὃς τέως, ὥσπερ ὥπλιστο, ἀνέμενεν· ὡς δὲ προσιόντα ἐγνώρισε τὸν Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. ὃ δὲ ἐδίωκεν ἀνὰ κράτος, 42.13 ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυτοῦ, κεκραγώς· "τί με φεύγεις, τέκνον, τὸν σαυτοῦ πατέρα, τὸν γυμνόν, τὸν γέροντα; ἐλέησόν με, τέκνον, μὴ φοβοῦ· ἔχεις ἔτι ζωῆς ἐλπίδας· ἐγὼ Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ· ἂν δέῃ, τὸν σὸν θάνατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν· ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, πίστευ-42.14 σον· Χριστός με ἀπέστειλεν." ὃ δὲ ἀκούσας πρῶτον ἔστη μὲν κάτω βλέπων, εἶτα ἔρριψε τὰ ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς· προσελθόντα δὲ τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμωγαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ δευτέρου, μόνην ἀποκρύπτων42.15 τὴν δεξιάν. ὃ δὲ ἐγγυώμενος, ἐπομνύμενος ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ σωτῆρος εὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν ἐπιστῆσαι τῇ ἐκκλησίᾳ, διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης. 42.16 * * * φαιδροῖς γεγηθότες, ὑμνοῦντες, ἀνοιγνύντες τοὺς οὐρανούς. πρὸ δὲ πάντων αὐτὸς ὁ σωτὴρ προαπαντᾷ δεξιούμενος, φῶς ὀρέγων ἄσκιον, ἄπαυστον, ὁδηγῶν εἰς τοὺς κόλπους τοῦ πατρός, εἰς τὴν 42.17 αἰώνιον ζωήν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πιστευέτω ταῦτά τις καὶ θεοῦ μαθηταῖς καὶ ἐγγυητῇ θεῷ, προφητείαις, εὐαγγελίοις, λόγοις ἀποστολικοῖς· τούτοις συζῶν καὶ τὰ ὦτα ὑπέχων καὶ τὰ ἔργα ἀσκῶν ἐπ' αὐτῆς τῆς ἐξόδου τὸ τέλος καὶ τὴν ἐπίδειξιν τῶν δογμά 42.18 των ὄψεται. ὁ γὰρ ἐνταῦθα τὸν ἄγγελον τῆς μετανοίας προσιέμενος οὐ μετανοήσει τότε, ἡνίκα ἂν καταλίπῃ τὸ σῶμα, οὐδὲ καταισχυνθήσεται, τὸν σωτῆρα προσιόντα μετὰ τῆς αὑτοῦ δόξης καὶ στρατιᾶς ἰδών· οὐ δέδιε τὸ πῦρ· εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν