οὖσα τὴν τῶν προειρημένων κλιμάκων κατασκευὴν ἐπιδεχέσθω. Ἡ δὲ ἀνάγεσθαι μέλλουσα πρὸς ὅλον αὐτῆς τὸ μῆκος καταστρωθήτω σανίσι, καὶ σχοινίοις περιειληθεῖσα στηριχθήτω, ἀσφαλὴς διαβάθρα ἐπὶ τὸ τεῖχος γινομένη· ἀνισταμένη γὰρ αὐτὴ ἐπὶ τῆς ἑτέρας καὶ φερομένη πάρορθος, ἅμα τῷ τείχει αἱ δύο προσάγονται· καὶ ἡ μὲν κάτωθεν ἱσταμένη, ἡ καὶ τὰς βαθμίδας πρὸς τὴν ἀνάβασιν ἔχουσα, ἀφιστάσθω τοῦ τείχους ὅσον σταθμῷ τινι καὶ μέτρῳ τῶν σχοινίων προσχαλωμένων, τὸ τῆς καταστρωθείσης κατερχόμενον ἄκρον τῷ τείχει ἐπιτεθῇ καὶ ἐπίβασις τοῖς βουλομένοις εἴη· ἱκανὸν δὲ τὸ πλάτος τῆς τε κλίμακος καὶ ἐπιβάθρας γινέσθω, ὅπως κατὰ τάξιν πέντε ἢ τέσσαρες ἢ τὸ ἐλάχιστον τρεῖς ἄνδρες στοιχηδὸν ἀνέρχωνται ἐπὶ τῆς διαβάθρας διερχόμενοι, ὡς ἂν ὁμοψύχως τοῖς ἐπὶ τὸ τεῖχος προμαχοῦσιν 258 ἀντιμαχήσωνται. Περιφραγαὶ δὲ ἐκ βυρσῶν ἐφ' ἑκάτερα τὰ μέρη τῆς τε κλίμακος καὶ διαβάθρας γινέσθωσαν διὰ τὰ ἐκ πλαγίου ἐπιφερόμενα βέλη. ∆εῖ δὲ τὴν κάτωθεν ἱσταμένην κλίμακα πασσάλοις ἐμπεπηγόσιν ἀσφαλίζεσθαι καὶ σχοινίοις ἀποτετανυσμένοις ἐπιστηρίζεσθαι καὶ ὑψηλοτέραν τοῦ τείχους εὑρίσκεσθαι ποδῶν μὴ ἔλασσον τριῶν, ὅπως τὰ ἐκ τοῦ τείχους κατερχόμενα πρὸς τὸ ἀνωφερὲς ἀδυνατῶσι διέρχεσθαι καὶ ὄλεθρον ἐπὶ τοῖς ἀνιοῦσιν ἐργάζεσθαι. Κατωφεροῦς δὲ τῆς ἐπιβάθρας ἐπὶ τὸ τεῖχος οὔσης, προθυμότεροι μᾶλλον οἱ στρατιῶται καὶ εὐτολμότεροι πρὸς τὸ κατωφερὲς ἔσονται· εἰ δὲ ταπεινοτέρα τοῦ τείχους ἡ κλῖμαξ εἴη, τὰ ἐναντία τούτων ἀποβήσεται. Καὶ τὰ σχήματα ὑπόκεινται. 259 Γενήσεται δὲ εὔχρηστος γέφυρα καὶ μόνη ἡ ῥηθεῖσα διαβάθρα, ὅταν ἀδυνατῶμεν χωννύειν τάφρους εὐρείας ἢ βαθείας τε καὶ ὑδάτων μεστὰς, εἰ σύμμετρος μήκει πρὸς τὰ τῶν τάφρων γένηται πλάτη καὶ, ὡς ἐμάθομεν, εὐλύτως ἐπιζευχθῇ, χωστρίδος ἔμπροσθεν χελώνης πάρορθος ἀνισταμένη, ὑπὸ σχοινίων ὄπισθεν ἑλκομένη καὶ ἐπιδιδομένη ἢ ὑπὸ τῶν ῥηθέντων ἄνωθεν πολυσπάστων, ὅταν ἔξογκον ἐπὶ τοσοῦτον τὸ μέγεθος καὶ ἡ φορὰ τοῦ βάρους τῆς διαβάθρας εἴη· φερομένη γὰρ ὑπὸ τῆς χελώνης καὶ προσελθοῦσα τῷ ἐμπροσθίῳ χείλει τῆς τάφρου, τὰ ἐκ τῶν ὄπισθεν προσχαλῶνται σχοινία καὶ κατερχόμενον τὸ ἄκρον πρὸς τὸ ἀπεναντίον ἐπιτίθεται χεῖλος, καὶ γίνεται ὁδὸς ἀβλαβὴς τοῖς βουλομένοις εὐπροθύμως μετὰ λαισῶν διέρχεσθαι πηλῷ περὶ τὰ πλέγματα ἐπικεχρισμένων ἢ τέφρᾳ αἵματι ἀναμεμιγμένῃ καὶ βύρσαις βοῶν νεοσφαγῶν σκεπομένων διά τε τὰ πυροβόλα καὶ τὰ ἐπεγχεόμενα τεθερμασμένα ὑγρά. Καὶ καθάπερ ἐπὶ τῶν ὀρυκτρίδων προδέ260 δεικται χελωνῶν, οὕτως καὶ τὴν τῶν λαισῶν διάστασιν δεῖ ἔλασσον τῶν ˉκ ποδῶν ἀπ' ἀλλήλων ποιεῖσθαι, καὶ ἀπὸ τριῶν ποδῶν ἄνωθεν τῆς γῆς ἀρχομένους τὴν ἐπὶ τὸ τεῖχος ὀρυγὴν κατεργάζεσθαι. Καὶ τὰ σχήματα ὑπόκεινται. Οἱ δὲ περὶ Φίλωνα τὸν Βυζάντιον, πρὸς τὰς τοιαύτας τάφρους χελώνας προθέμενοι χωστρίδας, πρὸς αὐτὰς σχεδίας ἐπιζευγνύουσι, καὶ πρὸς ὃ ἂν βούλωνται μέρος τοῦ τείχους τοὺς στρατιώτας προσάγουσι, σιδηροῦς προσηλοῦντας πασσάλους, οἳ στομωθέντες εἰς τὰς συμβολὰς καὶ συμφύσεις λιθίνων τε καὶ πλινθίνων ὑπεισέρχονται τειχῶν, σιδηραῖς σφύραις ὑπὸ τῶν ἀναβαινόντων τυπτόμενοι, καὶ ἀγκίστροις ἅπερ ἐπὶ σχοινίων σὺν τοῖς δικτύοις ἅμα πρὸς τὰς ἐπάλξεις ἐπιρριπτούντων ἐπιδρασσομένοις, ὥστε μὴ χαλεπαίνειν πρὸς τὴν ἀνάβασιν τοὺς ἐθισθέντας μάλιστα στρατιώτας· τοιαύτῃ γὰρ μεθόδῳ Αἰγύπτιοι χρώμενοι τὰς ἀπαρα261 σκεύους καὶ ἀνισχύρους πόλεις καὶ ταπεινὰς πρὸς ὕψος πολιορκεῖν ῥᾳδίως εἰώθασι. Καὶ τὰ σχήματα ὑπόκεινται, ∆εῖ δὲ ἐπὶ πάσαις ταῖς κλίμαξι καὶ ταῖς ἐπὶ τῷ τείχει γινομέναις ἀναβάσεσιν ἢ ἐπιβάθραις σκοπεῖν τὰ προκαταρτιζόμενα ἐκ λίνου παχέα ἀμφίβληστρα· ἐπιρριπτόμενα γὰρ καὶ ἀθρόως πάλιν ἐπισυρόμενα τοὺς ἀνερχομένους ἢ ἐπιβαίνοντας ζωγροῦσι καὶ τοῖς ἐχθροῖς ὑποχειρίους παρίστασι. Καὶ πρὸς μὲν ταῖς κλίμαξιν ἀβλαβῆ τὴν ἀνάβασιν παρεφυλαξάμεθα, ὡς ἐπὶ τῶν ἀγκυρωτῶν δοκίδων τῶν κατερχομένων βαρῶν ἀνωτέρω τεχνησάμενοι διωρίσαμεν. Πρὸς δὲ τὰς ἐπιβάθρας χρὴ δύο ἔμπροσθεν παριστάνειν ξύλα εὐλύτως ἐπιζευγνύμενα