17
τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι καὶ τῇ διδασκαλίᾳ, ὡς μὴ ποιούντων ἐκεῖνα ἃ λέγομεν εἶναι καλά· καὶ ὀνει δισθησόμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ Κυρίου, ὅτι «Λέγουσιν καὶ οὐ ποιοῦσιν». Ὅθεν τοὺς τοιούτους ἐλεγχθέντας ἀληθῶς παραιτήσεται μετὰ παρρησίας ὁ ἐπίσκοπος, εἰ μὴ μεταβάλωνται τὸν τρόπον. Oὐ γὰρ μόνον ἀπρόσκοπον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἀλλὰ καὶ ἀπροσωπόληπτον, ἐν χρηστότητι σωφρονίζοντα τοὺς ἁμαρτάνοντας. Eἰ δὲ καὶ αὐτὸς οὐκ εὐσυνείδητος ὑπάρχων, προσωπολήπτης γενόμενος διά τινα αἰσχροκερδῆ δωροληψίαν φείσεται τοῦ ἀνόμως ἁμαρτήσαντος, ἐάσας ἐν τῇ Ἐκκλησίᾳ μένειν αὐτόν, παρακούσας τῆς θείας καὶ δεσποτικῆς φωνῆς τῆς λεγούσης· «∆ικαίως διώξει τὸ δίκαιον· οὐ λήψῃ πρόσωπον ἐν κρίσει· οὐ δικαιώσεις τὸν ἀσεβῆ· οὐ λήψῃ δῶρα ἐπὶ ψυχῇ, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ·ήματα δικαίων.» Καὶ ἐν ἄλλοις φησίν· «Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶνή· καὶ ὁ Σολομῶν λέγει ἐν Παροιμίαις· «Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος.» Ὁ δὲ μὴ προσέχων τούτοις ἀκρίτως φείσεται ἐπὶ τῷ ὀφείλοντι τιμωρίαν, ὡς ὁ Σαοὺλ ἐπὶ τῷ Ἀγὰγ καὶ ὁ Ἡλεὶ ἐπὶ τοῖς υἱοῖς τοῖς οὐκ εἰδόσι τὸν Κύριον, ὁ τοιοῦτος ἐβεβήλωσεν καὶ τὴν οἰκείαν ἀξίαν καὶ τὴν τοῦ Θεοῦ Ἐκ κλησίαν τὴν κατὰ τὴν παροικίαν αὐτοῦ. Ἄδικος οὖν οὗτος καὶ Θεῷ καὶ ὁσίοις ἀνθρώποις, ὡς αἴτιος σκανδάλου πολλοῖς νεοφωτίστοις καὶ κατηχουμένοις γενόμενος, ἔτι δὲ νέοις καὶ νέαις τὴν ἡλικίαν· ὃν τὸ οὐαὶ περιμένει καὶ ὁ ὀνικὸς μύλος ἐν τῷ τραχήλῳ καὶ ὁ βυθός, ἐν ᾧ ὑπόδικος ὑπάρχει. ∆ιὰ γὰρ τὴν τῆς ἀκρισίας ἀνομίαν, βλέποντες τὸν τοιοῦτον αὐτῶν ἄρχοντα, ἐν ἑαυτοῖς διακριθήσονται, καὶ χρησάμενοι τῇ αὐτῇ νόσῳ συναπολέσθαι αὐτῷ ἀναγκασθήσονται, ὡς τῷ Ἱεροβοὰμ ὁ λαὸς καὶ τῷ Κορὲ οἱ συναράμενοι αὐτῷ. Eἰ δὲ βλέποι ὁ ἁμαρτὼν τὸν ἐπίσκοπον καὶ τοὺς δια κόνους ἀθώους ἐγκλήματος καὶ τὸ ποίμνιον καθαρὸν ὑπάρχον, πρῶτον μὲν οὐ τολμήσει καταφρονήσας εἰς Ἐκκλησίαν Θεοῦ εἰσελθεῖν, πλησσόμενος τῇ συνειδήσει αὐτοῦ· εἰ δὲ καὶ παρ' οὐδὲν ἡγησάμενος εἰσέλθοι, ἢ παραχρῆμα ἐλεγχθήσε ται, ὡς ὁ Ὀζᾶ ἐπὶ τῆς κιβωτοῦ ἁψάμενος ὥστε ἑδράσαι, καὶ ὡς Ἄχαρ ἐπὶ τῇ κλοπῇ τοῦ ἀναθέματος, καὶ ὡς ὁ Γιεζεῖ ἐπὶ τοῖς τοῦ Νεεμὰν χρήμασιν, καὶ παραυτίκα τιμωρηθήσεται, ἢ νουθετούμενος ὑπὸ τοῦ ποιμένος εἰς μετάνοιαν ὑπαχθήσεται. Περιβλεψάμενος γὰρ τοὺς καθ' ἕνα καὶ ἐν οὐδενὶ μῶμον εὑρίσκων οὔτε παρὰ τῷ ἐπισκόπῳ