Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικι 77.1220 λίαν ἐξώρισε· διὰ δὲ τοῦ μὴ πορφύραν τοῖς λίνοις, τὴν πολυτέλειαν καὶ τὸν καλλωπισμόν· διὰ δὲ τοῦ λέπραν ἱματίων καὶ λίθων περιεργάζεσθαι, τὸ κτᾶσθαι πλέον τῆς χρείας ἀπηγόρευσε. Τοῖς γὰρ ἀποθέτοις ἱματίοις καὶ ταῖς κεναῖς οἰκίαις τοῦτο συνέβαινε. Καθ' ἕτερον δὲ λόγον, διὰ τοῦ λίνου καὶ τοῦ ἐρίου τὴν τοῦ τρόπου διπλόην ἐνέφηνεν, ἀπαγορεύων αὐτήν. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ παὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Οὐ πολιτεύσῃ συζεύξας τὸ φιλόπονον σου τῷ φιληδόνῳ. Ζυγὰ δίκαια, καὶ σταθμία δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι. Τοῖς διαφόροις μέτροις τούτοις τοὺς διαφόρους τρόπους τῆς δικαιοσύνης αἰνίττεται. Καὶ ὁ χοῦς γὰρ, εἶδος μέτρου παρ' Ἑβραίοις· νοῦς γὰρ εὐθής τε καὶ φιλοδίκαιος, ταλαντεύει τρόπον τινὰ καὶ μετρεῖ τὰς τῶν πραγμάτων φύσεις, δοκιμάζων καὶ ἐπιμετρῶν ἑκάστῳ τὸ πρέπον, οὔτε τῷ ἐλλιπεῖ, οὔτε τῷ περιττῷ τὴν ἀκρίβειαν παραλύων. ΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΑΡΙΘΜΩΝ. Ἐκελεύσθησαν Μωσῆς καὶ Ἀαρὼν εἰς παράταξιν καὶ πόλεμον ἐπισκέψασθαι, τοῦτ' ἔστιν, ἀπο γράψασθαι πάντα ἄρσενα τῶν υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πάντα ἐκπορευόμε νον ἐν δυνάμει. Πᾶς γὰρ ὑπερβὰς τὴν παιδικὴν ἀσθένειαν καὶ μαλακίαν, καὶ ἤδη γενόμενος ἀνδρικὸς εἰς πόνους τοὺς ὑπὲρ ἀρετῆς, καὶ ἐκπορευόμενος κατὰ δαιμόνων ἐν δυνάμει καὶ γενναιότητι, εἰς Θεοῦ παράταξιν ἀπογράφεται, καὶ Χριστοῦ γίνεται στρατιώτης. Ὁ μὲν γὰρ εἰκοστὸς ἐνιαυτὸς τοῖς κοσμικῶς στρατευομένοις αὐτάρκως εἰς ἀνδρείαν καὶ σύνεσιν. Ὁ δὲ κατωτέρω χρόνος ἀτελὴς πρὸς ἀμφότερα. Μωσῆς δὲ καὶ Ἀαρὼν ἀπογραφόμενοι τοὺς εἰρημένους, προετύπουν ἄμφω τὸν ἕνα Χριστὸν, τὸν νομοθέτην ἅμα καὶ ἀρχιερέα, καὶ ἀπογραφέα τῶν στρατευομένων αὐτῷ. Ἀπογράφονται δὲ, Θεοῦ προστάξαντος, τάτε ἄρσενα πάντα τῆς Λευὶ φυλῆς, καὶ τὰ ἄρσενα καὶ πρωτότοκα μόνα τῶν ἄλλων φυλῶν, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἀλλ' ὁ μὲν μηνιαῖος χρόνος καὶ τούτοις κἀκείνοις σύμβολον τῆς κατὰ Χριστὸν ἐν ἁπλότητι καὶ ἀκακίᾳ νηπιότητος. Τῶν δὲ νηπίων τούτων τὰ μὲν Λευιτικὰ τοὺς ἱερωμένους ὑποσημαίνουσι· τὰ δὲ κοσμικὰ πρωτότοκα, τοὺς ἐκ τοῦ κοσμικοῦ βίου τὸν ἀληθῶς πρωτότοκον Χριστὸν μιμουμένους, ὅσον ἐγχωρεῖ. Ἀπογράφεται δὲ καὶ τούτους κἀκείνους ὁ Χριστὸς ἐν βίβλῳ τῶν ἄνω λειτουργῶν τε καὶ πρωτοτόκων. Προτέτακται δὲ τὸ ἱερατικὸν γένος, ὡς μόνῳ τῷ Θεῷ ἀνακείμενον, καὶ μὴ μεριζόμενον πρὸς Θεὸν καὶ κόσμον, καθάπερ μερίζονται τὰ πρωτότοκα· ἄρσενα δὲ καὶ ταῦτα κἀκεῖνα, καὶ θηλυπρεπείας ὑπέρτερα. Τὸ γὰρ ἄναλκι καὶ ἀκαταγώνιστον, ἀδόκιμον. 77.1221 Ἀποθανόντων δὲ πάντων ἤδη τῶν προαπογρα φέντων, καὶ οὐδενὸς ὑπολειφθέντος πλὴν Χά λεβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ· πάλιν ἀπογραφὴ γίνεται τῶν υἱῶν τῶν τετελευτηκό των, καὶ ἀπογράφονται εἰς κληρονομίαν τῆς γῆς. Οἱ τῶν ἕνδεκα φυλῶν ἄρσενες ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· οὔτε δὲ γυναῖκες, οὔτε παῖδες εἰς ἀπογραφὴν λαμβάνονται. Κλῆρος γὰρ παρὰ Θεοῦ καὶ ἀπόλαυσις τοῖς ἐπιτηδείοις εἰς τὴν νοητὴν παράταξιν τῶν ἀοράτων ἐχθρῶν, καὶ ἀκμαίοις εἰς πνευματικὴν ἀνδραγαθίαν, καὶ βεβηκόσιν εἰς σύνεσιν, ἀλλ' οὐ τοῖς θηλυνομένοις ἐν πάθεσι, καὶ ἀδρανέσιν εἰς ἀντίστασιν τῶν δαιμόνων, οὐδὲ τοῖς παιδαριώδη φρόνησιν ἔχουσιν. Ἀπογράφονται κἀνταῦθα πάλιν ἰδικῶς τὰ ἄρσενα τῆς Λευιτικῆς φυλῆς, ἀπὸ μηνιαίου καὶ ἐπάνω, διὰ τὸν ἀνωτέρω δηλωθέντα λόγον. Οὐ δίδοται δὲ τούτοις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ἐπειδὴ τοῖς ἱερεῦσιν οὐκ ἔστιν ἐν γῇ κλῆρος, ὡς τοῖς ἄλλοις ἀνθρώποις,