γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν γέγραφεν αὐτὸς ὁ θεσπέσιος Παῦλος· Τοῦτο γὰρ φρονεῖτε ἕκαστος ὑμῶν αὐτῶν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ [τὸ] ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα. Εἴπερ οὖν ἐστι κατ' αὐτοὺς ὁ ἐκ σπέρματος τοῦ ∆αυεὶδ ἰδικῶς τε καὶ καταμόνας νοούμενος ἄνθρωπος, τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ἀποφαινόντων αὐτὸν προϋπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ, οὐχ ἡγησάμενον δὲ ἁρπαγμὸν τὸ εἶναι ἴσα Θεῷ, καὶ πρός γε τούτῳ λαβόντα τὴν δούλου μορφήν, ὡς οὐκ ἔχοντα δηλονότι, καὶ οὐκ ὄντα τοῦτο πρὶν λάβῃ. Καίτοι, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν, 742 αὐτός ἐστιν ἡ τοῦ δούλου μορφή. Εἶτα πῶς ἂν αὐτὴν ὡς οὐκ ἔχων λάβοι; Πῶς δ' ἂν καὶ ἄνθρωπος ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι νοοῖτο; Εὑρίσκοιτο δὲ καὶ ὡς ἄνθρωπος σχήματι; Ἄρ' οὖν περιτρέψειεν ἂν αὐτοὺς καὶ οὐχ ἑκόντας ἤδη πως τῶν ἐννοιῶν ἡ δύναμις ἐπί γε τὸ δεῖν εἰδέναι τὸ ἀληθές. {Β} Τὸ ποῖον; {Α} Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, ὁ τῆς ὑποστάσεως αὐτοῦ χαρακτήρ, ὁ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῷ φύσαντι, κεκένωκεν ἑαυτόν. Καὶ ποία τίς ἐστιν ἡ κένωσις; Τὸ ἐν προσλήψει γενέσθαι σαρκός, καὶ ἐν δούλου μορφῇ, ἡ πρὸς ἡμᾶς ὁμοίωσις τοῦ μὴ καθ' ἡμᾶς κατ' ἰδίαν φύσιν, ἀλλ' ὑπὲρ πᾶσαν ὄντος τὴν κτίσιν. Οὕτω τεταπείνωκεν ἑαυτόν, καθεὶς οἰκονομικῶς ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἀλλ' ἦν καὶ οὕτω Θεός, ὡς μὴ δοτὸν ἔχων τὸ φύσει προσὸν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Οὐ γάρ τοι φαῖεν ἄν, οἶμαί που, προκόσμιον δόξαν ὡς ἰδίαν αἰτεῖν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ ἐν ἐσχάτοις τοῦ αἰῶνος τεχθέντα καιροῖς, εἴπερ ἐστὶν ἕτερος ἰδικῶς υἱὸς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, θεοπρεπεστάτη δὲ μᾶλλον εἴη ἂν ἡ τοιάδε φωνή. Ἔδει γάρ, ἔδει καὶ τοῖς τῆς ἀνθρωπότητος αὐτὸν συμπλάττεσθαι μέτροις, καὶ ἀπαράσημον ἔχειν τῆς θεοπρεποῦς ἀξίας τὴν ὑπεροχὴν οὐσιωδῶς ἐνοῦσαν αὐτῷ, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. Ἐπεὶ τίνα τρόπον ἀληθὲς τὸ Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, εἴ γε θεοποιεῖται <κατ' αὐτοὺς ἄνθρωπος> συναφείᾳ τῇ πρὸς τὸν Λόγον σύνθρονός τε καὶ κοινωνὸς τῷ Πατρὶ τῆς ἀξίας ἀναδεδειγμένος; {Β} Εὖ ἔφης. {Α} Πῶς δ' ἂν νοῆσαι πρέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς σοφῶς εἰρημένον· Εἰ γὰρ καὶ εἰσὶ θεοὶ πολλοὶ <καὶ κύριοι πολλοὶ> ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ἑνὸς δὲ ὄντος Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ δι' αὐτοῦ τὰ πάντα παρῆχθαι πρὸς γένεσιν εὖ μάλα διειρηκότος, τί δράσομεν, ὦ γενναῖοι, διοριζόντων ὑμῶν τοῦ ἀναληφθέντος ἀνθρώπου, καθά φατε, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον; Τίνα γενέσθαι φαμὲν γενεσιουργὸν τῶν ὅλων; {Β} Τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν, τουτέστι τὸν Μονογενῆ. {Α} Ἀλλ' ὅ γε τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς διὰ 743 Ἰησοῦ Χριστοῦ τὰ πάντα φησὶ παρῆχθαι πρὸς ὕπαρξιν, ἕνα τε αὐτὸν εἶναι καὶ μόνον. Μεμνήσομαι δὲ ὅτι τὸ Χριστὸς ὄνομα βασανίζοντες ἐλέγομεν ὅτι χρίσεως ἡμῖν εἰσκομίζει δήλωσιν. ∆ιὰ γάρ τοι τὸ κεχρῖσθαι χριστὸς ὀνομάζοιτό τις. Ἢ τοίνυν λεγέτωσαν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν κεχρῖσθαι φύσιν, καὶ ἐν ἐνδείᾳ γενέσθαι τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς ἀπ' αὐτοῦ μετοχῆς, ἢ γοῦν διδασκέτωσαν πῶς ἂν νοοῖτο Χριστὸς ὁ μὴ κεχρισμένος, πῶς δ' ἂν καταμόνας καλοῖτο καὶ Ἰησοῦς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τοῦ μακαρίου Γαβριὴλ τῇ ἁγίᾳ Παρθένῳ