θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον, ἐν ᾧ τὰ τελούμενα τελεῖται καὶ ἁγιάζεται, πρὸς αὐτοῦ τοῦ θειοτάτου μύρου τελούμενον. Ἁγιάζει γὰρ ὑπὲρ ἡμῶν ἑαυτὸν ὁ παναγιώτατος Ἰησοῦς καὶ πάσης ἡμᾶς ἁγιαστείας ἀποπληροῖ τῶν ἐπ' αὐτῷ τελουμένων οἰκονομικῶς εἰς ἡμᾶς ὡς θεογεννήτους λοιπὸν ἀγαθουργικῶς διαβαινόντων. Ὅθεν ὡς οἶμαι κατὰ νοῦν ἱεραρχικὸν θεοπαραδότως οἱ θεῖοι τῆς καθ' ἡμᾶς ἱεραρχίας καθηγεμόνες τὴν πάνσεμνον ταύτην ἱερουργίαν μύρου τελετὴν ἐκ τοῦ τελουμένου πραγματικῶς ὀνο μάζουσιν, ὡς ἄν τις φαίη θεοῦ τελετήν, ἑκατέρῳ νῷ τὴν θείαν αὐτῆς τελετουργίαν ὑμνοῦντες. Ἔστι γὰρ αὐτοῦ τελετὴ καὶ τὸ δι' ἡμᾶς ἀνθρωποπρεπῶς ἁγιάζεσθαι καὶ τὸ θεουργικῶς ἅπαντα τελεῖν καὶ ἁγιάζειν τὰ τελούμενα. Τὸ δὲ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημά φασιν οἱ τὰ Ἑβραίων εἰδότες τὸ αἶνος θεοῦ δηλοῦν ἢ τὸ «Aἰνεῖτε τὸν κύριον». Ἁπάσης οὖν ἱερᾶς θεοφανείας καὶ θεουργίας ἐν τῇ ποικίλῃ συνθέσει τῶν ἱεραρχικῶν συμβόλων ἱερογραφουμένης οὐκ ἀνάρμοστόν ἐστι μεμνῆσθαι τῆς θεοκινήτου τῶν προφητῶν ὑμνολογίας. ∆ιδάσκει γὰρ εὐαγῶς τε ἅμα καὶ ἱεροπρεπῶς αἴνων ἱερῶν ἀξίας εἶναι τὰς θεαρχικὰς ἀγαθουργίας. <V.> <1> Aὕτη μὲν ἡ θειοτάτη τοῦ μύρου τελετουργία. Καιρὸς δ' ἂν εἴη μετὰ τὰς θείας ἱερουργίας αὐτὰς ἐκθέσθαι τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας καὶ τελειώσεις καὶ τὴν ὑπ' αὐτὰς τριάδα τῶν ὑποβεβηκυιῶν τάξεων, ὅπως ἂν ἀποδειχθείη τῆς καθ' ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις τὸ μὲν ἄτακτον καὶ ἀκόσμητον καὶ συμπεφορημένον ἀμιγῶς ἀποδιαστέλλουσα καὶ ἀποκληροῦσα, τὸ κόσμιον δὲ καὶ τεταγμένον καὶ εὐσταθὲς ἐν ταῖς κατ' αὐτὴν ἀναφαίνουσα τῶν ἱερῶν τάξεων ἀναλογίαις. Καὶ τὴν μὲν ἁπάσης ἱεραρχίας τριαδικὴν διαίρεσιν ἐν ταῖς ἤδη παρ' ἡμῶν ὑμνημέναις ἱεραρχίαις ὡς οἶμαι καλῶς ἐξεθέμεθα φήσαντες, ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, πᾶσαν ἱεραρχικὴν πραγματείαν εἰς τὰς ὁσιωτάτας τελετὰς διαιρεῖσθαι καὶ τοὺς ἐνθέους αὐτῶν ἐπιστήμονας καὶ μύστας καὶ τοὺς ὑπ' αὐτῶν ἱερῶς τελουμένους. <2> Oὐκοῦν ἡ μὲν ἁγιωτάτη τῶν ὑπερουρανίων οὐσιῶν ἱεραρχία τελετὴν μὲν ἔχει τὴν κατὰ δύναμιν οἰκείαν θεοῦ καὶ τῶν θείων ἀϋλοτάτην νόησιν καὶ τὴν τοῦ θεοειδοῦς ὁλόκληρον καὶ ὡς ἐφικτὸν θεομίμητον ἕξιν, φωταγωγοὺς δὲ καὶ πρὸς τὴν ἱερὰν ταύτην τελείωσιν ἡγεμόνας τὰς περὶ θεὸν πρωτίστας οὐσίας. Aὗται γὰρ εἰς τὰς ὑποβεβηκυίας ἱερὰς τάξεις ἀγαθοειδῶς καὶ ἀναλόγως διαπορθμεύουσι τὰς δωρουμένας αὐταῖς ἀεὶ θεουργικὰς γνώσεις ὑπὸ τῆς αὐτοτελοῦς καὶ σοφοποιοῦ τῶν θείων νοῶν θεαρχίας. Aἱ δὲ τῶν πρώτων οὐσιῶν ὑφειμέναι διακοσμήσεις ὡς δι' ἐκείνων ἱερῶς ἀναγόμεναι πρὸς τὴν θεουργὸν τῆς θεαρχίας ἔλλαμψιν αἱ τελούμεναι τάξεις εἰσί τε καὶ ἀληθῶς ὀνομάζονται. Μετ' ἐκείνην δὲ τὴν οὐρανίαν καὶ ὑπερκόσμιον ἱεραρχίαν εἰς τὰ καθ' ἡμᾶς ἀγαθουργικῶς ἡ θεαρχία τὰς ἱερωτάτας αὐτῆς δωρεὰς προφέρουσα νηπίοις μὲν οὖσι κατὰ τὸ λόγιον ἐδωρήσατο τὴν κατὰ νόμον ἱεραρχίαν ἀμυδραῖς τῶν ἀληθῶν εἰκόσι καὶ πορρωτάτοις τῶν ἀρχετύπων ἀπεικονίσμασι καὶ δυσθεωρήτοις αἰνίγμασι καὶ τύποις οὐκ εὐδιάκριτον ἔχουσι τὴν ἐγκεκαλυμμένην αὐτοῖς θεωρίαν ἀνάλογον φῶς ὡς ἀσθενέσιν ὄψεσιν ἀβλαβῶς ἐπιλάμψασα. Ταύτῃ δὲ τῇ κατὰ νόμον ἱεραρχίᾳ τελετὴ μὲν ἡ πρὸς τὴν πνευματικὴν λατρείαν ἀναγωγή, χειραγωγοὶ δὲ πρὸς ταύτην οἱ τὴν ἁγίαν ἐκείνην σκηνὴν ὑπὸ Μωϋσέως ἱερῶς μυηθέντες τοῦ πρώτου τῶν κατὰ νόμον ἱεραρχῶν μύστου καὶ ἡγεμόνος, πρὸς ἣν ἱερὰν σκηνὴν εἰσαγωγικῶς ἱερογραφῶν τὴν κατὰ νόμον ἱεραρχίαν εἰκόνα τύπου δειχθέντος αὐτῷ κατὰ τὸ Σίναιον ὄρος ἐκάλει πάντα τὰ κατὰ τὸν νόμον ἱερουργούμενα, τελούμενοι δὲ οἱ πρὸς τῶν νομικῶν συμβόλων ἀναλόγως ἐπὶ τελεωτέραν μύησιν ἀναγόμενοι.