17
ἑαυτὸν ἀναλαμβάνων, προπαρασκευάσας δὲ καὶ προευτρεπίσας τὴν μονὴν, ὑποχωρεῖ καὶ μεταπαραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δὲ καὶ αὐτὸς ὁμολογεῖ φάσκων, Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου. Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ· ἐπάγων ἀνομίας πατρῶν ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ταῦτα γὰρ αὐτὸς φησὶ καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ' ἣν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων, τὸ Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, καὶ τὰ ἑξῆς. Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον ἀλλὰ Μωσῆν ταῦτα εἰρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι' ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶν, 44 Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενέας. Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾶτε παρίσταται φωνὰς, μείζονα κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ' ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἰ τινὰ ἄλλην οἷός τε ἐστὶν κατὰ τοὺς τόπους ἐπιβαλεῖν διήγησιν· φυλάττων τὸ μὴ ἄγγελον εἶναι τὸν χρηματίζοντα, ἀλλ' αὐτὸν τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον Κύριον, ὃς καὶ ἐνώπιος ἐνωπίῳ τῷ Μωσεῖ ἀναγέγραπται λελαληκέναι, ὃν καὶ ἀξιοῖ τὴν δι' ἀγγέλων προστασίαν παραιτούμενος ὁ Μωσῆς λέγων, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Ἀλλὰ γὰρ οὐχ οἷόν τε ταῦτα ἐφ' ἕτερον ἢ ἐπὶ μόνον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ἀναφέρειν· ὃς μεγάλων ἐφιεμένῳ τῷ Μωσεῖ τὴν τοῦ μείζονος ἐμφαίνει γνῶσιν, παιδεύων ἑαυτὸν ὅπως ἂν γινώσκῃ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Θεὸν Λόγον, δευτέρως καὶ αὐτὸν ὄντα μετὰ τὸν Πατέρα καὶ Κύριον καὶ Θεόν· καὶ πρώτην γε αὐτῷ ταύτην καὶ ἀναγκαιοτάτην παρέχει τὴν ὠφέλειαν, ὡς ἂν μήποτε τὰς περὶ Θεοῦ τῶν ὅλων ὑπονοίας ἐπὶ τὸν χρηματίζοντα αὐτῷ Λόγον διὰ τὴν ὑπερβολὴν τῆς δόξης τῶν θεωρουμένων ἐκλάβοι· διδάσκει εἰ δ' οὖν αὐτὸν πρῶτον καὶ μόνον ἀληθινὸν Θεὸν ἡγεῖσθαι τοῦτον, ὃν αὐτὸς ἐπεκαλεῖτο λέγων, 45 Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Πρόσχες γὰρ ἐπιμελῶς τῷ ἀληθινὸς παραπλησίως εἰρημένῳ τῷ, ἵνα γιγνώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὑπὸ τοῦ αὐτοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις εἰρημένῳ· ταῦτα δ' οὐκ ἂν ἐχώρησεν ὁ πᾶς λαὸς πρὸς ὃν, οἷα δὴ εἰσαγόμενον, ὑπὸ τοῦ χρηματίζοντος ἐλέγετο, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ· ἐδέοντο γὰρ οὗτοι στοιχειώδους εἰσαγωγῆς ἔτι τῆς περὶ Θεοῦ μοναρχίας οὐχ οἷοίτε πῶς ὄντες τὰ περὶ Πατρὸς καὶ Υἱοῦ δόγματα διαρθροῦν, ἅτε ἔναγχος τῆς Αἰγυπτίων πολυθέου πλάνης ἀφεστηκότες. Τὸ δὲ Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ λέγοιτ' ἂν ἐκ προσώπου τοῦ Θεοῦ Λόγου ὁμοίως τῷ, Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Ὡς γ' οὖν ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα, κατὰ τὸ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με· τὸν αὐτὸν τρόπον ὁ αὐτοῦ ἀκούων τοῦ ἐν αὐτῷ Πατρὸς ἤκουε λέγοντος τὸ, Ἐγώ εἰμι