1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

17

Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαιότατος καὶ τῶν Τρωϊκῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσιν· Φίλων δὲ τούτου πᾶσαν τὴν γραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ' ἡμᾶς τὴν καθ' ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· 1.9.21 «Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασι λεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονεν τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσεν Φίλων ὁ Βύβλιος.» 1.9.22 Ταῦτα μὲν ὁ δηλωθείς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. ὁ δὲ προϊὼν οὐ τὸν ἐπὶ πάντων θεὸν οὐδὲ μὴν θεοὺς τοὺς κατ' οὐρανόν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ. καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσιν νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς 1.9.23 χώρας. δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· 1.9.24 «Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ δὴ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ' οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολυφροντιστικῶς ἐξεμάστευσεν τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ' ἥλιον γεγονότων πρῶτός ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν.» 1.9.25 Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς μετὰ ταῦτα νεωτέροις, ὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσιν· λέγει δ' οὖν προϊών· 1.9.26 «Ἀλλ' οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμικοῖς παθήμασιν συγγένειαν πλασάμενοι μυστήρια κατέστησαν καὶ πολὺν αὐτοῖς ἐπῆγον τὸν τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ' ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀποκρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσιν γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησεν· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ' ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν, ἕως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας.» 1.9.27 Τούτοις ἑξῆς φησι· «Ταῦθ' ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ' Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότερον ὑπ' ἐνίων μᾶλλον ἢ πρὸς ἀλήθειαν συντεθεῖσα». 1.9.28 Καὶ μεθ' ἕτερα· «Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη ὡς ἐκεῖνος γέγραφεν, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ' Ἕλλησι. περὶ ἧς μοι