17
Θεσσαλονίκην εἴσοδον, εὐτελῆ τινα ἀμφιασάμενος ῥάκια καὶ τὴν εἴσοδον ὑποκλέψας τῆς πόλεως. ἐπεὶ δὲ εἰσῄει καί τισιν ἐπεγνώσθη τοῖς οὓς ἐβούλετο, οὓς ὅτε ηὐτύχει ἐφίλει τε καὶ εὐηργέτει, μεθ' ὧν καὶ τεθάρρηκε τὴν κατὰ τοῦ ἀδελφοῦ σκῆψιν, οὐ πολλοῦ δεη θεὶς τοῦ χρόνου ἐγκρατής τε αὖθις Θεσσαλονίκης ἐγένετο καὶ τῶν πέριξ πόλεων καὶ χωρῶν. βασιλεὺς δὲ ὀνομάζεσθαι οὐκ ἠθέλησε διὰ τὸ τῶν ὀφθαλμῶν πάθος, τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάννην βασιλέα ὠνόμασε καὶ ἐρυθροῖς πεδίλοις τοὺς πό δας ἐκείνου ὑπέδησε, καὶ τοῖς γράμμασιν ὑπογράφειν διώ ρισεν, αὐτόν τε διέπειν τὰ κοινὰ καὶ διεξάγειν τὰ τοῦ υἱοῦ. τὸν δὲ ἀδελφὸν Μανουὴλ τῆς ἀρχῆς ἐκβαλὼν καὶ ἐμβαλὼν ἔν τινι τριήρει περὶ τὴν Ἀττάλου ἐξώρισε, τὴν δὲ σύζυγον αὐτοῦ πρὸς τὸν πατέρα Ἀσὰν ἐξέπεμψεν. ὁ δ' Ἀσὰν τὸν πενθερὸν αὐτοῦ μᾶλλον ἐφίλει Θεόδωρον ἢ τὸν γαμβρὸν αὐτοῦ Μανουήλ. Ὁ μὲν οὖν Μανουὴλ τῇ Ἀττάλου προσωκείλας παρὰ προσδοκίαν τοῖς ἐξ Ἄγαρ ἐνέτυχε φιλανθρωπίᾳ πρὸς αὐ τὸν χρησαμένοις. ἐπεὶ γὰρ εἰρήκει πρὸς τὸν βασιλέα Ἰωάννην τυγχάνειν αὐτοῦ τὴν ὁρμήν, παρεχώρησαν τούτῳ τὴν εἴσοδον, καὶ πρὸς τὸν βασιλέα ἀφίκετο. καὶ ὁ βασι λεὺς ἀσμένως τε τοῦτον ἐδέξατο καὶ ὡς προσῳκειωμένον τῷ γένει καὶ ὡς πάλαι δεσπότην ὠνομασμένον. δοὺς δὲ αὐτῷ χρῆμα καὶ τριήρεις ἓξ περὶ τὴν μεγάλην Βλαχίαν ἀφῆκεν, ὅρκους παρ' αὐτοῦ λαβών. καταλαβὼν οὖν τὴν ∆ημητριάδα κἀκεῖθεν τοῖς μὲν τῶν οἰκείων γραφαῖς τὴν αὐτοῦ παρασημάνας ἔφοδον, τοὺς δὲ ὑποθέλξας ταῖς ὑπο σχέσεσιν, οὐ διὰ πολλῶν συνηθροίκει περὶ αὐτὸν στράτευμα, ἦρξέ τε Φαρσάλων καὶ Λαρίσσης καὶ Πλαταμῶνος καὶ τῶν περὶ ταῦτα. εἶτα δὲ σπονδὰς ποιησάμενος συνῆλθε τούτου τοῖν ἀδελφοῖν, τῷ τε Κωνσταντίνῳ καὶ τῷ Θεοδώρῳ· ὁ μὲν γὰρ Κωνσταντῖνος δεσπότης, ὡς ἔφημεν, ὤν, ** καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μανουήλ.
40 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ἐπειδὴ ὁ Βούλγαρος Ἀσὰν ἐκ ποδῶν ἐγένετο καὶ μειράκιον ἦρχε τῆς τῶν Βουλ γάρων, ἀδείας δραξάμενος ἐπεχείρησε τὴν βασιλικὴν κατα λῦσαι κλῆσιν, τὴν ἐπιφημιζομένην τῷ Ἰωάννῃ τῷ υἱῷ τοῦ Ἀγγέλου. καὶ πρῶτον μηνύμασιν ὑποποιεῖται τὸν αὐτοῦ πατέρα Θεόδωρον, ὁ δὲ προσέρχεται τῷ βασιλεῖ Ἰωάννῃ. καὶ ὑποδέχεται αὐτὸν οὗτος ἀσμένως καὶ τετίμηκε, θεῖόν τε τοῦτον ἀποκαλῶν καὶ τῇ αὐτοῦ συγκαθίζων τραπέζῃ καὶ τῶν λοιπῶν φιλοφρονημάτων μεταδιδούς. ἐπεὶ δὲ τοῦτον ἐν χεροῖν ἔσχεν ὁ βασιλεύς, ἔτυχε δὲ καὶ ταῖς αὐτοῦ δυνά μεσι ταῖς Ῥωμαϊκαῖς στράτευμα ἀξιόμαχον προστεθὲν ἐκ Σκυθῶν-τούτους γὰρ δώροις καὶ δεξιώσεσι χειροήθεις πεποίηκεν ὁ βασιλεὺς ἐξ ἀγριωτέρου τοῦ ἤθους καὶ τῆς Μακεδόνων ἀπέσπασε καὶ πρὸς τὴν ἕω διεπέρασε- τούτοις μᾶλλον θαρρήσας καὶ μηδέν τι δεινὸν ἐκ Βουλγάρων προσ δοκῶν, τὸ μὲν διὰ τὰς γεγενημένας σπονδάς, τὸ δὲ καὶ διὰ τὸ ὑπὸ μειρακίου τὰ Βουλγάρων διεξάγεσθαι, ἀπάρας τῆς ἕω ὁ βασιλεὺς καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὰς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων δυνάμεις καὶ τὰς ἐκ τῶν Σκυθῶν μεθ' ἑαυτοῦ ἔχων, χωρεῖ κατὰ τοῦ ἐν Θεσσα λονίκῃ βασιλεύοντος Ἰωάννου, καὶ πήγνυσι τὴν σκηνὴν κατὰ τὸν κῆπον τοῦ Προβατᾶ, ὡσεὶ σταδίους ὀκτὼ ἀπέ χοντα τῆς Θεσσαλονίκης. ἑλεπόλεις μὲν καὶ μηχανήματα οὐκ ἦν εὐχερὲς αὐτῷ κατὰ τῆς τοσαύτης πόλεως στῆσαι κἀν τεῦθεν διὰ μάχης τοιᾶσδε χειρώσασθαι, ἐκδρομὰς δὲ ἐποίει διὰ τῶν στρατευμάτων καὶ τὰ πέριξ πάντα ἐλήιζεν. εἶχε δὲ μεθ' ἑαυτοῦ καὶ τριήρεις, ὧν ἦρχεν ὁ Κοντοφρὲ Μα νουήλ. ἔκκριτοι δὲ τῷ βασιλεῖ παρείποντο ἄνδρες ὁ Τορνίκης ∆ημήτριος, ὁ τὰ κοινὰ διέπων, ὁ Παλαιολόγος Ἀνδρόνικος, μέγας δομέστικος ὤν, ὁ ἐπὶ τῆς τραπέζης Νικηφόρος Ταρχανειώτης, ὁ πρωτοσεβαστὸς Κοντοστέφανος, ὁ πρωτοβεστιάριος Ἀλέξιος ὁ Ῥαούλ, ὁ Πετραλίφας μέγας χαρτουλάριος καὶ ἄλλοι. ὁ μὲν οὖν βασιλεὺς ὅσα ἦν εἰκὸς ποιεῖν ἐποίει κατὰ τῆς πόλεως· οὐδὲ οἱ ἔνδον ἀπώκνουν, ἀλλ' ἐκδρομὰς τῶν πυλῶν ἐξιόντες ἐποίουν. οὐ συχναὶ παρῆλθον