παρὰ γὰρ τὸ ἔλεος γέγονεν ἔλεον, καὶ ἐν πλεονασμῷ τοῦ ι εἴλεον διὰ διφθόγγου. 9Εἴβω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ λείβω γέγονεν κατὰ ἀποβολὴν τοῦ λ εἴβω, καὶ ἐκεῖθεν εἴβη· τρία δέ ἐστιν εἰς βω ῥήματα διὰ τῆς ει διφθόγγου γραφόμενα· οἷον, ἀμείβω· στείβω· ὅ ἐστιν τὸ περιπατῶ, καὶ λείβω, καὶ εἴβω, κατὰ ἀπο βολὴν τοῦ λ. 9Ἔπειξισ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἐπείγω, ἐπείξω, γέγονεν ἔπειξις· τὸ δὲ ἐπείγω διὰ τῆς ει διφθόγγου γρά φεται, ἐπειδὴ ἔχει ἀντιπαρακείμενον τὸ οἴγω· ὁ γὰρ κατεπείγων, ὥς τι ἀνύσαι βουλόμενος, κατεπείγει· καὶ πάλιν, τὰ ἔχοντα ἀν τιπαρακείμενον τὸ ο διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἐπείγω· οἴγω· ὡς λείπω, λέλοιπα· καὶ κτείνω, κτόνος. 9Ἐγχείμαργοσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὴν ἔγχει δοτικὴν γέγονεν. 9Ἐνόεισ9: ∆ιὰ τῆς ει διφθόγγου· ῥῆμα γάρ ἐστι παρατα τικόν· καὶ ἰστέον ὅτι οἱ παρατατικοὶ ἐπὶ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ει διφθόγγου γράφεται· ἐνόεις, ἐνόει· ἐποίεις, ἐποίει· ἐκάλεις, ἐκάλει. 9Εἱμένοσ9: Σημαίνει δὲ τὸ ἐνδεδυμένος, διὰ τῆς ει διφθόγγου γράφεται· οἱ γὰρ Αἰολεῖς εἱμένοι καὶ ἀφιεμένοι φασίν· ὥσπερ κείρω, κέῤῥω· φθείρω, φθέρω. 9Εἰαμενή9: Σημαίνει δὲ τὸν κάθυγρον τόπον, διὰ τῆς ει δι φθόγγου· παρὰ γὰρ τὸ ἐρειαμένη, καὶ κατὰ ἀποβολὴν εἰαμένη. 9Ἐργαλεῖον9: Ει δίφθογγος· καὶ προπερισπᾶται κατὰ πα ράδοσιν. 9Εἰρωνεῖα9: ∆ιὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν ἄρχου 204 σαν, καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν ἄρχουσα, ὅτι παρὰ τὸ εἴρων εἴρωνος γέγονεν, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται· κατὰ δὲ τὴν παραλήγουσαν, ὅτι παρὰ τὸ εἰρωνεύω, ἐστὶν εἰρωνεῖα· ὡς μοιχεύω, μοιχεῖα. 9Εἰλικρινήσ9: Σημαίνει δὲ τὸν καθαρὸν, διὰ τῆς ει διφθόγγου κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ κρίνω καὶ τὸ ἔλη, τὸ ση μαῖνον τὴν θερμασίαν, γέγονεν εἰλικρινὴς, οἱονεὶ ὁ ἐν τῇ ἔλῃ κε κριμένος· καὶ κατὰ πλεονασμὸν τοῦ ι γέγονεν εἰλικρινὴς διὰ τῆς ει διφθόγγου· τὸ δὲ λι γέγονεν οὕτως· εἰλοκρινὴς ἦν, καὶ τροπῇ τοῦ ο εἰς ι γέγονεν εἰλικρινής· τὸ δὲ κρι ἐκ τοῦ κρίνω. 9Ἐπηρεια9: ∆ίφθογγος Ἐπηρεάζω γὰρ, καὶ ἐπιρεασμός. 9Εἴκοσι9: ∆ιὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν· ὥσπερ δὲ ἀπὸ τοῦ εἷς γέγονεν ἔεις κατὰ πλεονασμὸν τοῦ ε, καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτως καὶ τὸ εἴκοσι γίνεται κατὰ πλεονασμὸν ἐείκοσι· καὶ φυλάττει τὴν ει δίφθογγον· ἔστιν δὲ εἰπεῖν οὕτως, πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον, εἴτε φωνῆεν, εἴτε σύμφωνον, ἐκ τῶν ἐντὸς τῆς δεκάδος· τὸ γὰρ ἓν ἔχει τὸ ε· ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· καὶ πάλιν τὸ δύο ἔχει τὸ δ ἐκ τῶν ἐντὸς τῆς δεκάδος· πάλιν τὸ πεντήκοντα ἔχει τὸ ε, καὶ τὸ η, καὶ τὸ α· ἅτινα ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· τὸ δὲ ὀκτὼ δοκεῖ ἀντικεῖσθαι· οὐ γὰρ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀλλ' εἰσιν δυνάμει ἔχων στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσιν γὰρ οἱ φιλόσοφοι, ὅτι παρὰ τὸ ἄγω ἐστὶν δύο· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε κάδος, λέγω δὴ τὸ α, τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν δύο· δύο γὰρ τετράδας ἄγει· διὰ δὲ τὸν τοιοῦτον κανόνα καὶ τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται ἵνα σχῇ στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἔχει γὰρ τὸ ε· εἰ δὲ ἐγράφετο διὰ μόνου τοῦ ι, οὐκ ἔμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε κάδος, ἐν δὲ τῇ συνθέσει· οἷον, ἐν τῷ τρισκαίδεκα· ἐπειδὴ εὑ ρίσκεται ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, ἔχει γὰρ τὸ α τοῦ καὶ συνδέσμου, καὶ τὸ δ, καὶ τὸ ι τοῦ δέκα· τούτου χάριν ἀποβάλλει τὸ ε τὸ προσελθὸν τὸ τρεῖς χάριν τοῦ εὑρεθέντος στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἵνα οὖν καὶ ἐν τῷ εἴκοσι 205 εὑρέθη στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, τούτου χάριν γρά φεται διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ ε, ὅπερ ἐστὶν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· εἰ δὲ ἐγράφετο διὰ τοῦ ι, οὐκ ἤμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀμέλει οἱ ∆ωριεῖς, διὰ τοῦ ι γράφοντες αὐτὸ, τρέπουσι τὸ ο ἐν τῇ παραληγούσῃ εἰς τὸ α, λέγοντες εἴκασι· ἵνα εὑρέθῃ ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. 9Εἰλίσσω9: Τὸ ει δίφθογγος· τὸ λι ι· ὡς ἐκ τοῦ ἐλίξω μέλλοντος γίνεται εἰλίσσω· τὸ λι ι· ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ εὑρίσκεται ἡ ει δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ γενομένου