ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἔμπρο σθεν αὐτῶν, ἐμπεσόντος λόγου περὶ τῆς συνόδου· Υἱέ μου, βεβαίως καὶ ἀληθῶς ἐπιστάμεθα ἐκ μέσης τῆς καρδίας δὴ τῶν ἀσεβῶν, ὅτι πολλὰ τοὺς φοβεῖ, μὴ συμφωνήσωμεν καὶ ἑνωθῶμεν μὲ τοὺς Φράγκους· ἔχουν το γάρ, ὅτι, ἂν τοῦτο γένηται, θέλει γενεῖν μέγα τι κακὸν εἰς αὐτοὺς παρὰ τῶν τῆς ∆ύσεως Χριστιανῶν δι' ἡμᾶς. 23.6 Λοιπὸν τὸ περὶ τῆς συνόδου, μελέτα μὲν αὐτὸ καὶ ἀνακάτωνε, καὶ μάλισθ' ὅταν ἔχῃς χρείαν τινα φοβῆσαι τοὺς ἀσεβεῖς· τὸ δὲ νὰ ποιή σῃς, αὐτήν, μηδὲν ἐπιχειρισθῇς αὐτό, διότι οὐδὲν βλέπω τοὺς ἡμετέρους, ὅτι εἰσὶν ἁρμόδιοι πρὸς τὸ εὑρεῖν τινα τρόπον ἑνώσεως καὶ εἰρήνης καὶ ὁμονοίας, ἀλλ' ὅτι νὰ τοὺς ἐπιστρέψουν εἰς τὸ νά ἐσμεν ὡς ἀρχῆθεν. Τούτου δὲ ἀδύνατον ὄντος σχεδόν, φοβοῦμαι μὴ καὶ χεῖρον σχίσμα γέ νηται· καὶ ἰδοὺ ἀπεσκεπάσθημεν εἰς τοὺς ἀσεβεῖς. 23.7 Τοῦ δὲ βασιλέως, ὡς ἔδοξε, μὴ δεξαμένου τὸν λόγον τοῦ πατρὸς αὑτοῦ, μηδὲν εἰπών, ἀναστὰς ἀπῆλθε. Καὶ μικρὸν σύννους γεγονὼς ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, ἐμβλέψας πρὸς ἐμὲ ὁρίζει· Ὁ βα σιλεὺς ὁ υἱός μου ἔνι μὲν ἁρμοδίως βασιλεῖ, οὐ τοῦ παρόντος δὲ καιροῦ. Βλέπει γὰρ καὶ φρονεῖ μεγάλα καὶ τοιαῦτα, οἷα οἱ καιροὶ ἔχρῃζον τῆς εὐημερίας τῶν προγόνων ἡμῶν· ἄμη σήμερον, ὡσὰν παρακολουθοῦσιν εἰς ἡμᾶς τὰ πράγματα, οὐ βασιλέα θέλει ἡ ἡμῶν ἀρχή, ἀλλ' οἰκονόμον· καὶ φοβοῦμαι, μήποτε ἐκ τῶν ἐνθυμημάτων καὶ ἐπιχειρημάτων αὐτοῦ γέ νηται χαλασμὸς τοῦ ὁσπιτίου τούτου. Προεῖδον γὰρ καὶ τὰς ἐνθυμή σεις αὐτοῦ καὶ τὰ ἐδόξαζε κατορθῶσαι μὲ τὸν Μουσταφᾶν, καὶ εἶδον καὶ τὰ τέλη τῶν κατορθωμάτων, εἰς τι κίνδυνον μᾶς ἔφερον. 23.8 Ἕτερον βεβαιοῦν τήν ποτε βουλὴν τοῦ ἀοιδίμου πατρὸς αὐτοῦ. Ὡς ἐστάθη, ἵνα ἀπέλθῃ εἰς τὴν σύνοδον, ἐστάλη εἰς τὸν ἀμηρᾶν ἀπο κρισιάρης Ἀνδρόνικος ὁ Ἴαγρος, δηλῶσαι τοῦτο πρὸς ἐκεῖνον ὡς τάχα φίλον καὶ ἀδελφόν. Κἀκεῖνος ἀπελογήσατο, ὅτι οὐδέν μοι φαίνεται κα λὸν νὰ ὑπάγῃ νὰ κοπιάσῃ τοσοῦτον καὶ νὰ ἐξοδιάσῃ καὶ τὶ νὰ κερδί σῃ; Ἰδοὺ ἐγώ, καὶ ἐὰν ἔχῃ χρείαν καὶ ἄσπρων δι' ἔξοδον καὶ εἰσόδημα καὶ ἄλλο τι πρὸς θεραπείαν αὐτοῦ, ἕτοιμός εἰμι νὰ τὸν θεραπεύσω. Καὶ ἐγένετο πολὺς λόγος καὶ βουλή, πότερον νὰ γένηται τὸ τοῦ ἀμηρᾶ, ἢ νὰ ἀπέλθωσιν εἰς τὴν σύνοδον. Καὶ ἐγένετο, ὅπερ ἤθελεν ὁ βασιλεὺς ἢ μᾶλλον ἡ κακὴ τύχη. 23.9 Ἐξελθόντος οὖν τοῦ βασιλέως ἀπὸ τῆς πόλεως καὶ ἀπερχομέ νου, ἐβουλεύσατο ὁ ἀμηρᾶς, ὅτι νὰ ποιήσῃ μάχην τὴν Πόλιν καὶ νὰ πέμψῃ φωσάτον κατ' αὐτῆς· οὐ τοσοῦτον, ὅτι νὰ ἐπάρῃ αὐτήν, ὅσον ἵνα ποιήσῃ τὸν βασιλέα νὰ ἐπιστρέψῃ. 23.10 Καὶ τοῦτο ἐβεβαιώθη καὶ ἐστάθη παρὰ πάντων τῶν αὐτοῦ ἄνευ μόνου τοῦ Χαλὶλ πασία, ὅστις ἀντέστη λέγων, ὅτι μᾶλλον μὲν οὖν αἴτιον θέλει εἶσθεν, ἐὰν ποιήσῃς μάχην τὴν Πόλιν, ἵνα ὁ βασιλεὺς εἴπῃ τοὺς Φράγκους ἀπὸ ἀνάγκης, ὅτι ὅπερ λέγετε, στέργω το. Καὶ ἰδοὺ ἐγένετο, ὅπερ φοβούμεθα· ἀμὴ ἄφες το καὶ ἰδὲ τὸ τὶ θέλει πράξειν. Καὶ εἰ μὲν ὁμονοήσουν, σὺ ἀγάπην ἔχεις μετ' ἐκείνους καὶ ὅρκους· εἰς τὸ ἔμπροσθεν πάλιν, ὡς ἂν βλέπῃς, θέλεις πράττειν. Εἰ δὲ μᾶλλον οὐδὲν ὁμονοήσουν, τότε μᾶλλον ἐξέβη ὁ λογισμὸς καὶ μὲ πλέον θάῤῥος ποίη σον τὸ θέλεις. Καὶ αὕτη ἡ βουλὴ τὸν μὲν ἀμηρᾶν τοῦ σκοποῦ ἐκώλυσεν. 23.11 Πρὸ δὲ τοῦ Χαλὶλ πασία τὴν βουλὴν δόντος τοῦ καιροῦ μαθεῖν ἡμᾶς, ἀλλὰ τὴν ἄλλων, ὁ αὐθέντης μου ὁ δεσπότης καὶ οἱ ἄρχοντες ἐξώρ θωσαν τὸν Παλαιολόγον Θωμᾶν καὶ πρὸς τὸν βασιλέα ἀπέστειλαν. Καὶ λογισμὸς καὶ τρικυμία τοῖς ἐν τῇ Πόλει περιέπεσεν ὅτι πλείστη, ἕως οὗ πάλιν ἐμάθομεν τὴν ἰσχύσασαν βουλὴν τοῦ Χαλὶλ πασία. 23.12 Καὶ ἰδοὺ ἐκμαρτυρία τοῦ ὡς μὴ ὤφελε γενέσθαι τὴν σύνοδον. Ἀφίημι γὰρ τὰ ἀλλά, ἃ παρηκολούθησαν ἀπὸ τούτου.
24.1 Τοῦ δὲ αὐτοῦ μ-ου ἔτους τῇ κ-ῃ τοῦ Ἰαννουαρίου μη νὸς εὐλογήθην ἐγὼ Ἑλένην, τὴν θυγατέραν τοῦ ἐπὶ κανικλείου Ἀλεξίου Παλαιολόγου τοῦ Τζαμπλάκωνος. 24.2 Καὶ Μαΐῳ α-ῃ τοῦ μζ-ου ἔτους ἐγεννήθη μοι ὁ υἱὸς Ἰωάννης, ὃν καὶ ὁ βασιλεὺς ὁ αὐθέντης μου κὺρ Κωνσταντῖνος ἀνεγέννησε διὰ τοῦ θείου βαπτίσματος, ὁ καὶ πρὸ τοῦ ἡμᾶς στεφανώσας. 24.3 Καὶ ∆εκεμβρίῳ ιζ-ῃ τοῦ μη-ου