1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

17

κατα κλυσμὸν γενέσθαι. ἀναγεγράφθαι δὲ τὸν λόγον οὕτως· τὸν Κρόνον αὐτῷ κατὰ τὸν ὕπνον ἐπιστάντα φάναι μηνὸς ∆εσίου ιεʹ τοὺς ἀνθρώπους ὑπὸ κατακλυσμοῦ φθαρήσεσθαι. κελεῦσαι οὖν διὰ γραμμάτων πάντων ἀρχὰς 31 καὶ μέσα καὶ τελευτὰς ὀρύξαντα θεῖναι ἐν πόλει ἡλίου Σισπάροις, καὶ ναυπηγησάμενον σκάφος ἐμβῆναι μετὰ τῶν συγγενῶν καὶ ἀναγκαίων φίλων· ἐνθέσθαι δὲ βρώματα καὶ πόματα, ἐμβαλεῖν δὲ καὶ ζῷα πτηνὰ καὶ τετράποδα, καὶ πάντα εὐτρεπισάμενον πλεῖν· ἐρωτώμενον δὲ ποῦ πλεῖ, φάναι· πρὸς τοὺς θεούς, εὐξάμενον ἀνθρώποις ἀγαθὰ γενέσθαι. τὸν δ' οὐ παρακούσαντα ναυπηγήσαντα σκάφος τὸ μὲν μῆκος σταδίων πέντε, τὸ δὲ πλάτος σταδίων δύο, τὰ δὲ συνταχθέντα πάντα συνθέσθαι, καὶ γυ ναῖκα καὶ τέκνα καὶ τοὺς ἀναγκαίους φίλους ἐμβιβάσαι. Γενομένου δὲ τοῦ κατακλυσμοῦ καὶ εὐθέως λήξαντος τῶν ὀρνέων τινὰ τὸν Ξίσουθρον ἀφιέναι. τὰ δὲ οὔτε τροφὴν εὑρόντα οὔτε τόπον ὅπου καθ ίσαι πάλιν ἐλθεῖν εἰς τὸ πλοῖον. τὸν δὲ Ξίσουθρον πάλιν μετά τινας ἡμέρας ἀφιέναι τὰ ὄρνεα· ταῦτα δὲ πάλιν εἰς τὴν ναῦν ἐλθεῖν τοὺς πόδας πεπηλω μένους ἔχοντα. τὸ δὲ τρίτον ἀφεθέντα οὐκέτι ἐλθεῖν εἰς τὸ πλοῖον. τὸν δὲ Ξίσουθρον ἐννοηθῆναι γῆν ἀναπεφηνέναι, διελόντα τε τῶν τοῦ πλοίου ῥαφῶν μέρος τι καὶ ἰδόντα προσοκεῖλαν τὸ πλοῖον ὄρει τινὶ ἐκβῆναι μετὰ τῆς γυναικὸς καὶ τῆς θυγατρὸς καὶ τοῦ κυβερνήτου, προσκυνήσαντα δὲ τὴν γῆν καὶ βωμὸν ἱδρυσάμενον καὶ θυσιάσαντα τοῖς θεοῖς γενέσθαι μετὰ τῶν ἐκβάντων τοῦ πλοίου ἀφανῆ. τοὺς δὲ ὑπομείναντας ἐν τῷ πλοίῳ μὴ εἰσπο ρευομένων τῶν περὶ τὸν Ξίσουθρον ἐκβάντας ζητεῖν αὐτὸν ἐπὶ ὀνόματος βοῶντας, τὸν δὲ Ξίσουθρον αὐτὸν μὲν αὐτοῖς οὐκέτι ὀφθῆναι, φωνὴν δὲ ἐκ τοῦ ἀέρος γενέσθαι κελεύουσαν ὡς δέον αὐτοὺς εἶναι θεοσεβεῖς. καὶ γὰρ αὐτὸν διὰ τὴν εὐσέβειαν πορεύεσθαι μετὰ τῶν θεῶν οἰκήσοντα. τῆς δὲ αὐ τῆς τιμῆς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ τὸν κυβερνήτην μετεσχηκέναι. εἶπέ τε αὐτοῖς ὅτι ἐλεύσονται πάλιν εἰς Βαβυλῶνα, καὶ ὡς εἵμαρται αὐτοῖς Σισπάρων ἀνελομένοις τὰ γράμματα διαδοῦναι τοῖς ἀνθρώποις, καὶ ὅτι ὅπου εἰσὶν ἡ χώρα Ἀρμενίας ἐστί. τοὺς δὲ ἀκούσαντας ταῦτα θῦσαί τε τοῖς θεοῖς καὶ πεζῇ πορευθῆναι εἰς Βαβυλῶνα. Τοῦ δὲ πλοίου τούτου κατακλιθέντος ἐν τῇ Ἀρμενίᾳ ἔτι μέρος τι ἐν τοῖς Κορδυραίων ὄρεσι τῆς Ἀρμενίας διαμένειν, καί τινας ἀπὸ τοῦ πλοίου κομίζειν ἀποξύοντας ἄσφαλτον, χρᾶσθαι δὲ αὐτῇ πρὸς τοὺς ἀποτροπιασ 32 μούς. ἐλθόντας οὖν τούτους εἰς Βαβυλῶνα τά τε ἐκ Σισπάρων γράμματα ἀνορύξαι καὶ πόλεις πολλὰς κτίζοντας καὶ ἱερὰ ἀνιδρυσαμένους πάλιν ἐπικτίσαι τὴν Βαβυλῶνα. Τούτων δὴ ἀπὸ Ἀλεξάνδρου τοῦ Πολυίστορος, ὡς ἀπὸ Βηρώσσου τοῦ τὰ Χαλδαϊκὰ ψευδηγοροῦντος, προκειμένων ἔξεστι τοῖς ὀρθῶς ἐπιβάλλειν βουλομένοις τῇ τῆς Γενέσεως θείᾳ γραφῇ καὶ τῇ προκειμένῃ Χαλδαϊκῇ τερατολογίᾳ πόσον ἀλλήλων διενηνόχασι, πῶς τε ἐν τοῖς πλείοσιν ἀντι πίπτειν τοῖς θεοπνεύστοις ῥητοῖς, ἐξ αὐτῶν λαβοῦσα τὰς ὅλας ἀφορμάς, καὶ διὰ τῆς τοῦ ψεύδους ἐπιμιξίας εἰδωλολατρίαν καὶ τῆς κοσμικῆς δη μιουργίας ἄλλην τινὰ κατὰ τὸν χρόνον καὶ τὸν τρόπον δύναμιν παρεισάγειν ἐπείγεται. φεύγουσα γὰρ εἰπεῖν ὅτι ἐκ τῶν Μωυσαϊκῶν γραφῶν κέκλοφε τὰς ἀρχὰς τῆς συγγραφῆς τὸν Ὠάννην τὸ θαλάττιον ζῷον προβάλλεται, ὅπερ οὐδὲ γέγονέ ποτε οὐδ' ὤφθη τινὶ οὐδ' ὑφέστηκε, καθάπερ οὐδὲ σκίν δαψοι καὶ τραγέλαφοι· καὶ τοῦτό φησι παραδοῦναι τοῖς ἀνθρώποις, γενέ σθαι πω χρόνον ἐν ᾧ τὸ πᾶν σκότος καὶ ὕδωρ ἦν. ἐπεὶ γὰρ οὐκ ἴσχυσε προφανῶς εἰπεῖν τὰ τοῦ θεόπτου ῥήματα λέγοντα «καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», μετέπλασε μὲν τοὺς λόγους, οὐ μὴν δὲ τοὺς ἐχέφρονας ἔλαθεν, εἰ καὶ ἐπάγει λέγων καὶ τούτοις ζῷα τερατώδη καὶ τὰ ἑξῆς, συγχέαι τὸν ἀκροατὴν σπουδάζουσα καὶ πρὸ τῆς οὐρανοῦ καὶ γῆς δημιουργίας τὸ σκό τος καὶ τὸ ὕδωρ καὶ τῶν ἀνυποστάτων ζῴων ὑποτιθέμενος τὴν εἰδωλομα νεστάτην καὶ ἀνύπαρκτον ὕπαρξιν, ὧν τὰς εἰκόνας φησὶν ἐν τῷ τοῦ Βήλου ναῷ σῴζεσθαι. Ὁμοίως δὲ καὶ τὰ