17
βασιλεὺς δὲ αὐτοὺς ταῦτα μὲν ᾗ ἔχουσιν εἰρηκέναι καὶ κα 1.52 λῶς στοχάσασθαι ἔφη, ἔτι μέντοι γε καρτερίας καὶ μεγαλοψυχίας προσδεῖν, ἄχρι καὶ αὐτῆς τῶν κινδύνων τῆς ἀκμῆς. ἤλπιζε γὰρ ἀεὶ μεταβαλεῖν καὶ τῶν μελετωμένων ἀποστήσεσθαι τὸν βασιλέα. «τὸ δὲ νῦν ἔχον, περὶ τῆς βασιλίδος» ἔφη «τῆς ἐμοὶ συνοίκου σκεπτέον, εἰ χρὴ καὶ ταύτην φεύγουσιν ἡμῖν συνέπεσθαι.» ἦν δ' ἐκ Γερμανῶν αὕτη θυγάτηρ δουκὸς ντὶ Μπρουζουὴκ τοῦ παρ' αὐτοῖς ἐπιφανεστάτου καὶ λαμπρότητι πάντας τοὺς ὁμοφύλους ὑπερβάλλοντος τοῦ γένους. τοῖς μὲν οὖν δυσὶ τῶν ἀναγκαίων ἐδόκει καὶ τὴν τοῦ βασιλέως γαμετὴν συμπαραλαβεῖν, διὰ τὸ καὶ αὐτοὺς τὰς γυναῖκας ἔχειν μεθ' ἑαυτῶν, καὶ διὰ τοῦτο δέον εἶναι πάσῃ μηχανῇ χρήσασθαι, ὥστε καὶ τὴν βασιλίδα συνεῖναι τῷ βασιλεῖ. ιαʹ. Καντακουζηνὸς δ' ὁ μέγας δομέστικος τἀναντία φρονῶν ἦν, καὶ τὰς αἰτίας προσετίθει· «πρῶτον μὲν γὰρ» ἔφασκε «τῆς ἀναχωρήσεως ἡμῶν λαθραίας γινομένης καὶ κατεσπουδασμένης, ἐπικινδυνότατον γυναιξὶ πρὸς τὰ τοιαῦτα τῶν ἔργων ἀσθενῶς ἐχούσαις καὶ ἀφυῶς· καὶ ἡμῖν δὲ αὐτοῖς οὐ μικρὸς ὁ κίνδυνος ὑποπτεύεται, ἐπ' αὐτῶν τῶν ἔργων καταφώροις γινομένοις· ἔπειτα εἴτε καὶ τύχῃ χρησαμένοις τοῦτο πρὸς τὸ ῥᾴδιον ἀποβαίη, ἀλλ' οὐχ ὁμοίως ἀπαντήσει καὶ τὰ μετὰ ταῦτα. 1.53 εἰ γὰρ πρὸς βασιλέως στρατιὰ πρὸς δίωξιν ἡμῶν ἀποσταλῇ, δυοῖν ἀνάγκη θάτερον ἑλέσθαι, ἢ τὰς γυναῖκας καταλιπόντας χρήσασθαι φυγῇ, ὃ δειλίας καὶ ἀνανδρίας, ἔτι τε ἀνοίας καὶ ἀβουλίας ἡμῖν ἔγκλημα περιάψει, πρὸς τῷ καὶ ἀδοξίας αἰτίους τῇ βασιλίδι γεγονέναι δίκην ἀγομένῃ δοριαλώτου, ἢ ταύτης ἕνεκα πολλαπλασίοις ὀλίγους συμπλεκομένους ἀποθνήσκειν, ὧν οὐδέτερον ἑλέσθαι προσήκει σωφρονοῦντας. πρὸς δὲ τούτοις, οὐδὲ πρὸς οὓς ἀπερχόμεθα βέβαια τὰ τῆς πίστεως ἡμῖν, καὶ διὰ τοῦτο οὐ μέλλειν οὐδὲ κατατρίβειν τὸν καιρὸν ὁμαλῶς βαδίζοντας καὶ ἀνειμένως, ἀλλὰ κατεσπουδασμένως καὶ σὺν τάχει πολλῷ χρὴ, ἵνα μὴ πρὸ τοῦ ἡμᾶς ἀφικέσθαι, τὴν ἄφιξιν ἡμῶν πυθόμενοι, βουλεύσωνται κατὰ σφᾶς, μὴ εἰσδέξασθαι ἡμᾶς τῇ πόλει, καὶ γένωνται παράδειγμα καὶ ταῖς ἄλλαις τὰ ἴσα δρᾷν, ἀλλ' αὐτοὺς ἡμᾶς ἀγγέλλειν τε τὴν ἄφιξιν ἡμῶν καὶ κατέχειν τὴν πόλιν. οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ γαστρὸς ἔχειν τὴν βασιλίδα οὐ μικρὸν κώλυμα πρὸς τὸ ἀνδράσι φεύγουσιν ἀκολουθεῖν. δι' ἃ δὴ πάντα προσήκειν ἡγοῦμαι, ταύτην μὲν ἐᾷν καθ' ἡσυχίαν μένειν, ἡμᾶς δὲ διακινδυνεύειν· κἂν μὲν ἡμῖν τὰ πράγματα χωρήσῃ κατὰ νοῦν, θεοῦ βουλομένου, τότ' ἤδη καὶ τὴν βασιλίδα μετακαλεῖσθαι ὅπουπερ ἂν ᾖ βασιλεὺς, εἰ δ' ἐναντίως ἢ ἐλπίζομεν ἀποβαίη, αὐτὴν γοῦν ἐν ἀσφαλείᾳ εἶναι.» Τούτοις τοῖς λόγοις ὡς καλῶς ἔχουσιν ἐπιψηφισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἄλλοις, ἐσκέπτοντο περὶ τοῦ πότε καὶ ὅπως τὴν ἀναχώρησιν χρὴ ποιεῖσθαι. ὁρῶντες δὲ καὶ τοὺς ἐπιλοίπους 1.54 τῆς συγκλήτου καὶ τοὺς ἐν τέλει ἐν δεινῷ τιθεμένους τὴν τῶν βασιλέων διαφορὰν καὶ κακῶν νιφάδας τῷ κοινῷ τῶν Ῥωμαίων οὐ μετρίας προσδοκοῦντας καὶ περὶ τούτων πρὸς ἀλλήλους ἀεὶ διαλεγομένους, καὶ προσδοκίμους ὄντας καὶ βασιλεῖ διαλέξεσθαι περὶ τοῦ μὴ δεῖν νεωτερίζειν, ἀλλ' ἐᾷν τὸν ἔγγονον ἐπὶ σχήματος εἶναι, ὡς μεγάλων κακῶν αἰτίας ἐσομένης καὶ ταραχῆς τῆς τοιαύτης ἐπιχειρήσεως, ἐπεὶ ἔδοξε καρτερεῖν τὸ μέλλον ἀποβήσεσθαι σκοποῦντας, ἐξαποστέλλουσι πρὸς Θρᾴκην τὸν Συργιάννην τῆς ἀρχῆς ἐπιμελησόμενον, αὐτοὶ δὲ προσεκαρτέρουν τῇ Κωνσταντίνου. ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, ὁ μέγας κονοσταῦλος Μιχαὴλ ὁ Τορνίκης, μητρόθεν μὲν κατὰ γένος προσήκων τῷ πρεσβυτέρῳ τῶν βασιλέων, καὶ πολλῆς εὐμενείας ἀπολαύων παρ' αὐτῷ καὶ τιμῆς οὐ μόνον διὰ τὴν συγγένειαν, ἀλλ' ὅτι καὶ φρενὸς ἦν βαθείας καὶ τοὺς τρόπους ἀγαθὸς καὶ πρὸς τὰς ἐπαρχίας ὧν ἦρξε, βασιλέως διδόντος, εὐνομώτατος καὶ σπουδαιότατος ἐφάνη, οὗτος δὴ τῇ πρὸς αὐτὸν εὐμενείᾳ τοῦ βασιλέως θαῤῥήσας, προσῆλθέ τε καὶ διελέχθη κρύφα περὶ βασιλέως τοῦ νέου, τὸ ἄτοπον ὡς εἰκὸς τῶν μελετωμένων ὑποδεικνὺς, καὶ ὡς πολλῶν ἔσοιτο συμφορῶν αἴτιον τῇ βασιλείᾳ Ῥωμαίων, ἄν τε κατορθωθῇ τὸ μελετώμενον, ἄν τε μή. τὸ δ' αὐτὸ